149
νόμισμα, επεμπεν εἰς Αιγυπτον καὶ σῖτον ἐκεῖθεν ὠνεῖτο. ου κομισθέντος τοῖς μὲν δι' ἑαυτῶν δυναμένοις τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν σῖτον διένειμεν, οι δὲ διὰ γῆρας η δι' ἑτέραν ἀσθένειαν οὐχ οιοί τε ησαν ἑαυτοῖς ἑτοιμάζειν σιτία, τούτων προυνόει καταστήσας ἀρτοποιοὺς καὶ τὰς τροφὰς ἑτοίμους πορίζων αὐτοῖς. ταῦτα δὲ οὐ μόνον τὰς γνώμας μετέβαλε τῶν πρὶν χαλεπαινόντων αὐτῷ, ἀλλὰ καὶ πρὸς ευνοιαν αὐτὰς μετεστήσατο. καὶ ουτως κακωθεῖσαν αὐτῷ ἀνακτησάμενος τὴν ἀρχήν, οὐχ ηττον καὶ τοὺς πέριξ δυσπραγοῦντας ἐπ' ισης τῆς συμφορᾶς ἐπεκούφισεν, ωστε γενέσθαι τοὺς μὲν εξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, τοὺς δὲ εἰς τὴν αὐτοῦ βασιλείαν περὶ ὀκτακισμυρίους. ὁ δὲ κόρος δύναται κατὰ τὸν ̓Ιώσηπον μεδίμνους ̓Αττικοὺς δέκα. τοῦτο τὸ φιλοτίμημα καὶ τὸ τῆς χάριτος ευκαιρον καὶ τοὺς ̓Ιουδαίους εἰς ἀγάπην ἐξ ἀπεχθείας μετήνεγκε, καὶ παρὰ τῶν εξωθεν αὐτῷ προυξένησεν ευκλειαν. Προσκατειργάσατο δὲ καὶ γάμον ἑαυτῷ ἐξ ἐρωτικῆς ἐπιθυμίας. ἱερεὺς γάρ τις Σίμων ἐν ̔Ιεροσολύμοις θυγατέρα ειχε καλλίστην· ταύτης ὁ ̔Ηρώδης ηκεν εἰς ερωτα. οντος δὲ τοῦ Σίμωνος ἀνοικείου 1.375 πρὸς κῆδος δι' ἀδοξίαν, ἀφαιρεῖται μὲν τὴν ἱερωσύνην τὸν ταύτην εχοντα τότε ̓Ιησοῦν τὸν τοῦ Φάβητος, ἀρχιερέα δὲ ποιεῖται τὸν Σίμωνα καὶ τὴν αὐτοῦ θυγατέρα γαμεῖ. πάντων δὲ αὐτῷ προκεχωρηκότων εἰς δέον, περιεβάλλετο τὴν εξωθεν ἀσφάλειαν, πόλεσί τε δεξιῶς ὁμιλῶν καὶ τοὺς δυνάστας θεραπεύων, ωστε αὐτῷ πάντα διὰ πάντων αυξεσθαι. ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς εἰς Καίσαρα καὶ τοὺς εἰς πλεῖστον δυναμένους ̔Ρωμαίων θεραπείας καὶ τὰ εθη παρέβαινε καὶ τὰ νόμιμα παρεχάραττε, πόλεις τε κτίζων καὶ ναοὺς ἐγείρων οὐκ ἐν τῇ τῶν ̓Ιουδαίων, τῇ δ' εξω χώρᾳ, ̓Ιουδαίοις μὲν ἀπολογούμενος ἐκ προσταγμάτων ταῦτα ποιεῖν, ἀλλ' οὐκ ἀφ' ἑαυτοῦ, Καίσαρι δὲ καὶ ̔Ρωμαίοις χάριτας νέμων τῷ καὶ τῶν πατρίων ἐκβαίνειν ἐθῶν διὰ τὴν ἐκείνων τιμήν. ἀγάλματά τε γὰρ ἀνίστη καὶ τύπους μεμορφωμένους καὶ πόλεις ᾠκοδόμει καὶ λιμένας εὐρεῖς καὶ ἀκλύστους καὶ βασίλεια πολυτελῆ καὶ διαίτας λαμπράς. ̓Εν τοιούτοις δὲ ων τοὺς παῖδας ̓Αλέξανδρόν τε καὶ ̓Αριστόβουλον εἰς ̔Ρώμην ἀπέστειλεν ἐντευξομένους τῷ Καίσαρι. τούτους ὁ Καῖσαρ φιλανθρώπως ἐδέξατο, καὶ δίδωσιν ̔Ηρώδῃ οτῳ βούλεται τῶν ἐξ αὐτοῦ γεγονότων ἀπονεῖμαι τὴν βασιλείαν, καὶ χώραν ετι προσέθετο, ἐγκαταμίγνυσι δὲ αὐτὸν καὶ τοῖς τῆς Συρίας ἐπιτροπεύουσιν, ἐντειλάμενος πάντα μετὰ τῆς ἐκείνου γνώμης ποιεῖν. τοσαῦτα δ' εὐτυχήσας τῷ μὲν ἀδελφῷ Φερώρᾳ τετραρχίαν ᾐτήσατο παρὰ Καίσαρος, τὸ δὲ τρίτον μέρος τῶν φόρων ἀφῆκε τοῖς ἐν τῇ βασιλείᾳ, ὡς μὲν ἐκεῖνος ελεγεν, ινα ἀνακτηθεῖεν ἐκ τῆς ἀφορίας, ὡς δὲ τοῖς αλλοις ἐδόκει, ινα 1.376 τὴν τοῦ πλήθους εἰς ἑαυτὸν θεραπεύσῃ δυσμένειαν· μετακινουμένων γὰρ αὐτοῖς τῶν ἐθῶν χαλεπῶς εφερον. διὸ καὶ ἀφῃρεῖτο τὰς ἀδείας αὐτῶν, ἀεὶ καμάτους ἐπιτάττων αὐτοῖς καὶ τὰς συνόδους κωλύων καὶ τοὺς περιπάτους καὶ τὰς διαίτας ἐπιτηρῶν καὶ τοὺς φωραθέντας κολάζων βαρύτατα, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ησαν οἱ τοὺς εἰς ταὐτὸν συνιόντας ἐπισκοποῦντες. τινὲς δέ φασι καὶ αὐτὸν ἰδιώτου σχῆμα λαμβάνοντα ἐνίοτε νύκτωρ τοῖς οχλοις ἐγκαταμίγνυσθαι καὶ ἀποπειρᾶσθαι αὐτῶν τὴν διάνοιαν ην περὶ τῆς ἀρχῆς ειχον. καὶ τοὺς μὲν ἐξαυθαδιζομένους ἐπεξῄει απασι τρόποις, τὸ δὲ πλῆθος ορκοις ἠξίου τὴν πίστιν αὐτῷ βεβαιοῦν. οἱ μὲν ουν πολλοὶ εικον, τούς γε μὴν δυσχεραίνοντας ἠφάνιζεν ἐκ παντός. συνέπειθε δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν συμφοιτώντων αὐτοῖς τοὺς πλείστους ὀμνύειν. οἱ δὲ ουτε ἐπείσθησαν ουτ' ἐκολάσθησαν διὰ τὸν Πολλίωνα ὑπὸ τοῦ βασιλέως αἰδούμενον. ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ ̓Εσσαῖοι καλούμενοι· γένος δὲ τοῦτο διαίτῃ χρώμενον Πυθαγορικῇ. ἐτίμα δὲ τούτους διὰ τὸν Μαναΐμ. ην δ' ουτος εις ἐξ αὐτῶν, ἀνὴρ ταλλα τε ἀγαθὸς καὶ τὰ μέλλοντα προορῶν, ος ετι παῖδα τὸν ̔Ηρώδην ἐς διδασκάλου φοιτῶντα ἰδὼν βασιλέα ̓Ιουδαίων προσεῖπεν. ὁ δὲ ἰδιώτης ελεγεν ειναι. Μαναῒμ δὲ μειδιάσας καὶ τύπτων