149
κατὰ κρᾶσιν ἐγῷμαι. καὶ εγωγε οιμαι ἀντὶ τοῦ ἐγὼ οιμαι. κατὰ πέντε τρόπους διαιρεῖται σύνθεσις ἀπὸ συνθέσεως· κατὰ τόνον· κατὰ γραφήν· κατὰ πνεῦμα· κατὰ εἰσβολὴν μορίου· κατὰ διάλεκτον. κατὰ τόνον, ωσπερ τὸ πάροδος· κατὰ γραφὴν, ωσπερ τρισχίλιοι· κατὰ πνεῦμα, ὡς ενεστι καὶ εξεστι· κατὰ εἰσβολὴν μορίου, ὡς τὸ, ὡσεὶ χνοῦς· κατὰ διάλεκτον, ωσπερ εγωγε. ̓Ιστέον, οτι οἱ ̓Αθηναῖοι τὸ ἐγὼ εγωγε λέγουσι· καὶ εστιν εν μέρος λόγου. εἰ γὰρ ησαν δύο μέρη λόγου, ἐγώ γε ημελλεν ειναι. πᾶσα γὰρ λέξις ὀξυτόνως ἐπιφερομένη ἐγκλιτικῶς φυλάσσει τὴν ὀξεῖαν τάσιν· οιον σοφὸς, σοφός γε, καλὸς, καλός γε, ψευδὴς, ψευδής γε· ουτως ουν ἐγὼ, ἐγώ γε· ἀλλὰ μὴν εγωγε ἐστὶ προπαροξυτόνως καὶ δηλοῖ, ὡς εν μέρος λόγου ἐστὶ τῆς ˉγˉε ἐπεκτάσεως ουσης. ̓Εγκρῖναι. ἀντὶ τοῦ συναριθμῆσαι. καὶ ὁ ̓Απόστολος· οὐ γὰρ τολμῶμεν ἐγκρῖναι, η συγκρῖναι ἑαυτοὺς τισί. τὸ δὲ συγκρίναι ἀντὶ τοῦ παραθεῖναι. ὡς ἀλαζόνας κωμῳδεῖ αὐτούς· κατ' εἰρωνείαν γὰρ ὁ λόγος. epsilon.612 ( ̓Επίῤῥημα.) ̓Εγγύσ. πλησίον. παρὰ τὴν γύην τὴν γῆν καὶ τὴν ἐν πρόθεσιν γίνεται ἐγγὺς ἐπίῤῥημα. ὡς αν τις ειποι ἐν γῇ, ης οὐδὲν τῶν αλλων στοιχείων πλησιέστερον ἀνθρώπῳ χερσαίῳ οντι. ̓Εγγυτί. ἀντὶ τοῦ ἐγγύς. ουτως Καλλίμαχος. Τὸ Ε μετὰ τοῦ ∆. ( ̓Αρσενικόν.) ̓Εδέατροσ. ὁ ἐπιστάτης τῆς ολης διακονίας καὶ παρασκευῆς. ̓Εδεσηνόσ. τοπικός. ̓Εδνωτήσ. κηδεστὴς, πενθερός. ἀπὸ τοῦ διδόναι εδνα, ητοι ἐξώπροικα. ἐκ τοῦ ηδω τὸ εὐφραίνομαι εδνα. εδνα δὲ λέγει τὰ πρὸ τοῦ γάμου διδόμενα τῇ νύμφῃ. παρὰ τὸ ηδω, τὸ εὐφραίνομαι, ἡδανὸν καὶ ἐν συγκοπῇ καὶ συστολῇ τοῦ η εἰς ε εδνον, ηδονται γὰρ τούτοις αἱ νύμφαι. η παρὰ τὸ εζω εδανον καὶ κατὰ συγκοπὴν εδνον, τὸ αιτιον τοῦ παρέζεσθαι καὶ παραμένειν τὴν νύμφην τῷ νυμφίῳ. ουτως Ωρος ὁ Μιλήσιος. ̓Εδόσ. ὁ φάγος, ὁ λαίμαργος. ἐκ τοῦ εδω τὸ ἐσθίω. † ̓Εδοῦοι. ονομα εθνους.† † ̓Εδρηστὴς η ἐδρίτησ. ὁ ἱκέτης. ἀπὸ τοῦ καταφεύγειν ἐπὶ τὴν ἑστίαν.† ̔Εδραῖοσ. σταθηρὸς, ἀσάλευτος, ἀκλόνητος. ̓Εδώμ. τόπος. ἑρμηνεύεται δὲ θερμασία. (Θηλυκόν.) Εδεσσα. πόλις. αἰδέσιος δὲ ὁ αἰδοῦς αξιος, δίφθογγον. epsilon.613 ̓Εδέμ. τρυφὴ ἑρμηνεύεται. ̓Εδητύσ. ἡ βρῶσις. ἐδῶ, ἐδήσω, ἐδητύς. εἰ γὰρ ην ἐκ τοῦ εδω, ωσπερ γράφω, γραπτὺς, πράσσω, πρακτύς. καὶ εδω, ἐστὸν ωφειλεν ειναι, οὐχὶ ἐδεστόν. ουτως Φίλων. ̓Εδναία. ἡ καθέδρα. Εδρα. ἡ στάσις, ἡ καθέδρα. εδρα καὶ ὁ σφιγκτὴρ τῶν ἀνθρώπων. καὶ τοῦτο φησὶν ὁ προφήτης· καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω· οπέρ ἐστι τὸ τῆς εδρας πάθος. ωσπερ αιθρω, αιθρα, ουτως εζω, εδρα, ἐν ῃ καθήμεθα καὶ δι' ης καθήμεθα. παρ' αὐτὸ καὶ ενεδρα, ἐγκαθίζοντες γὰρ λοχῶσιν. ̓Εδωδή. ἡ τροφή. παρὰ τὸ εδω, εδη, καὶ κατὰ ἀναδιπλασιασμὸν ἐδωδή. (Οὐδέτερον.) Εδαφοσ. ἡ γῆ. εδος δὲ τὸ εδαφος καὶ ὁ ἱερὸς ναὸς δασύνεται. τό τε τῆς τύχης εδος τὸ πάτριον προσκυνήσας τὴν ἐπάνοδον αἰτεῖ. ̓Εδανόν. ἡδὺ, εὐῶδες. ἀμβροσίῳ ἐδανῷ. παρὰ τὸ ηδω, τὸ εὐφραίνομαι, ἡδανὸν καὶ ἐν συστολῇ ἐδανόν. ̓Εδέσματα. βρώματα. ̓Εδεστά. τὰ τρωγόμενα. Εδεθλον. τὸ εδρασμα. Εδικτα. τὰ διατάγματα. epsilon.614 ̓Εδίππιον. τόπος. Εδνα. τὰ πρὸ γάμου διδόμενα ταῖς νύμφαις δῶρα, ατινα καὶ ἐξώπροικα λέγομεν. ̓Εδωδίμων. βρωσίμων. ̓Εδώλια. αἱ καθέδραι. κυρίως δὲ τὰ τῆς νεὼς ζυγὰ, ἐν οις κάθηνται οἱ κωπηλάται. παρὰ τὸ εζω δωρικῶς ἑδώλιον. ἐξ αὐτοῦ καὶ ἑδοῦμαι καὶ καθεδοῦμαι. Ε τὸ στοιχεῖον. παρὰ τὴν ἐπέκτασιν τὴν εἰς μέσον καὶ κυκλοτερῆ. τὸ μὲν γὰρ κυκλοτερὲς καὶ πέριξ τοῦ οντος αἰῶνος μιμεῖται τὰ πέριξ· τὸ δὲ εἰς μέσον μακρὰν εχον τὴν εκτασιν τοῦ αἰῶνος. ( ̔Ρῆμα.) ̓Εδαφιεῖ. προσράξει, προσκρούσει. ̓Εδάϊσεν. ἐμέρισεν. Εδαισεν. εὐώχησεν. ̓Εδαίννυτο. εὐωχεῖτο. ̓Εδέδμητο. ἐδαμάζετο. ἀπὸ τοῦ δέμω, ἐδεδέμητο καὶ ἐδέδμητο. ̓Εδεύετο. ἐνδεὴς ἐγένετο. γράφεται καὶ ἀντὶ τοῦ ἐκορέννυτο καὶ εὐφραίνετο η καὶ ἐβρέχετο. δεύω γὰρ τὸ βρέχω, η καὶ τὸ στερίσκω. τοῦτο τὸ δεύω παρὰ τὸ δέω. -οὐδέ τι θυμὸς ἐδεύετο- ̓Εδεύησεν. ἀπὸ τοῦ δέω, δεήσω, ἐδέησε, καὶ πλεονασμῷ τοῦ ˉυ ἐδεύησεν. ουτως ̔Ηρωδιανὸς περὶ πάθους. epsilon.615 ̓Εδέκαζεν. ἐδωροδόκει. ̓Εδεδίεσαν. ἐφοβήθησαν. καὶ ἐδεδίζειν.