δὲ τὸ εὐίδρωτα καὶ εὐκίνητα εἶναι. Οἱ γηραίτεροι τὸ κάτω χεῖλος προτείνουσι, ὅτι ἀνίεται αὐτῶν ἡ φύσις, τὸ δὲ κάτω χεῖλος μεῖζον καὶ σαρκωδέστερον καὶ ἧττον πρὸς τῷ ὀστῷ. Θᾶττον οὐροῦσιν ἐν τοῖς μαλακοῖς χωρίοις ἢ τοῖς στερεοῖς, ὅτι ῥαίνονται ἧττον· φεύγει δὲ τοῦτο σφόδρα. καὶ ὅταν ὑποστρωννύωνται ἐπὶ τῷ καθεύδειν οὐροῦσιν· ἡ ἄνεσις δὲ τοῦ σώματος αἰτία ἐστί. τὸ δὲ στερεὸν ἀντίτυπον ὂν συντονίαν τινά. ἡ διαγωγὴ τῶν σκελῶν καὶ ἡ πρόσνευσις τῆς ὀσφύος εἰς τὴν πρόθεσιν. Ἵπποι καὶ ὄρνεις ἥκιστα δύνανται πεινᾶν, ὅτι ἔχουσι θηρίδια ἐν τῇ ἄνω κοιλίᾳ παραπλήσια πρὸς τοὺς ἕλμινθας, ἃ ἐξαναλίσκει τὴν τροφήν. Αἱ ἵπποι ῥᾷον φέρουσιν ἐν τῇ κυήσει ἡμιόνων καθάπερ καὶ αἱ γυναῖκες τὰ ἄρρενα τῶν θηλείων· ἰσχυρότερα γὰρ ὄντα μᾶλλον ἐξαναλίσκει τὰ περιττώματα. Ἐκτιτρώσκει ῥᾳδίως ἵππος, ὅτι σφοδρότατον καὶ συντονώτατον. Οἱ ποικίλοι ἵπποι ὡς ἐπίπαν ἀγεννεῖς, τῶν δὲ φαλίων καί τινες γενναῖοι, καίτοι ἡ φαλιότης ποικιλότης, ὅτι ἐπ' ἔλαττον ἡ ἐξαλλαγὴ τοῦ φαλίου· ἡ ποικιλία δὲ διὰ τὸ ἀνώμαλον ἀγεννεῖς ποιεῖ. Οἱ πῶλοι κατακλίνονται μᾶλλον τῶν γηραιοτέρων, ὅτι τοῖς μὲν πολὺ τὸ βάρος, τοῖς δὲ ὀλίγον· τὰ μὲν γὰρ κῶλα οὐκ ἐπαυξάνεται τοῖς ἵπποις, τὸ δὲ σῶμα. Τοῖς ἵπποις τὸ περίττωμα ἐν γυμνασίᾳ δυσωδέστερον, ὅτι <***> καὶ τοῖς καθαιρομένοις κάτω ὑπὸ φαρμάκων, ἢ ὅτι τότε ἧττον πέττουσι, τὰ δὲ ἄπεπτα δυσωδέστερα. Ἵππος καὶ ὄνος οὐρεῖ μετὰ τὴν ὀχείαν, ὅτι πονοῦσι διὰ τὸ μέγεθος, βοῦς δὲ διὰ τὴν συντονίαν. Ἵππος καὶ ὄνος ἐξουρεῖ τὸ σπέρμα, βοῦς δὲ οὔ, ὅτι τοῖς μὲν πόρρω ἐξακοντίζεται τὸ σπέρμα διὰ τὴν συντονίαν, τοῖς δὲ ἐγγύς. Ἐπὶ τὰ τῶν ἵππων ἕλκη κριθὰς κεκαυμένας ἐπιπάττοντες οὐ λευκαὶ φαίνονται αἱ οὐλαί, ἀλλ' ὁμοῖαι τῷ λοιπῷ δέρματι, ὅτι τὸ τῆς κριθῆς κατάκαυμα ξηρὸν ὂν ἀναλαμβάνει τὴν ὑγρότητα καὶ ἐξομοιοῖ τὸ δέρμα τῷ ἄλλῳ. Οἱ ἵπποι κατὰ τὴν ἕδραν ποταμοῖς ἀποπνίγονται, ὅτι εὐρὺ τὸ ἔντερον ἔχουσιν, ἐπεὶ καὶ εὐμαρῶς ἀφοδεύουσιν. Τὰς ἵππους καὶ τὰς ὄνους, ὅταν ὀχευθῶσι, μετὰ τὴν ὀχείαν διώκουσιν, ὅτι οὐροῦσι καὶ συνεξουροῦσι τὴν γονήν. Τὰ στρογγύλα ἕλκη δυσαχθέστερα τῶν ἄλλων, ὅτι τὰ κυκλικὰ σχήματα κἂν καὶ μικρὰ τῇ περιοχῇ μείζονα τῷ ἐμβαδῷ. Ἡρόφιλος λέγει ὅτι ἐν πᾶσι τῷ μέσῳ πλεῖον κίνησις, ὡς ἐν ποταμῷ καὶ πυρί· ἐπεὶ οὖν τὰ στρογγύλα ἕλκη συνῆκται εἰς τὸ μέσον κατὰ πᾶν μέρος, σφοδροτέρα γίνεται ἡ κίνησις. ἢ ὅτι ἐν τοῖς ἄλλοις σχήμασι τῶν ἑλκῶν συμβαίνει ἡ ἐπούλωσις θᾶττον διὰ τὸ τὰ ὑγιῆ σώματα συμβαίνειν εἶναι πλησίον, ἐπὶ δὲ τῶν στρογγύλων ἐπίσης ἀφέστηκε τῶν ἑλκῶν. Τὰ ἄκρα τοῦ σώματος ἐπιτήδεια πρὸς σῆψιν ὡς ἐμπερίψυκτα, καὶ πλέον τὰ κοῖλα διὰ τὸ πλεονάζειν τῆς σηψοποιοῦ ὑγρότητος. Μετὰ ὑγείαν ἑλκῶν καὶ φλεγμονῶν κνησμοὶ γίνονται, ὅτι ἐπικρατοῦντος τοῦ οἰκείου ἀπελαύνεται ἐκ βάθους τὸ ἀλλότριον. Οἱ ὑδρωπικοὶ διψῶσιν ὡς ζητοῦντες τοῦ παρὰ φύσιν ὑγροῦ τὸ κατὰ φύσιν, ἢ ὅτι οὐκ εἰς τοὺς δεομένους πόρους τὸ κατὰ φύσιν ὑγρὸν μερίζεται, ἀλλ' ἔξω διωθεῖται. διψῶσιν οὖν ὡς μὴ πίνοντες. Εἰ διψῶντες παραβάλοιμεν εἰς τὸ λοετρόν, τὸ σῶμα οἱονεὶ ἐπισπᾶται διὰ τῶν τῆς ἐπιφανείας πόρων τὸ ὑγρὸν καὶ γίνεται ἄδιψον, ἐπὶ δὲ τῶν μὴ διψώντων διψητικόν, ὅτι τὸ μὴ προκείμενον ὑγρὸν ἐν τῷ σώματι προΐεται διὰ τῶν ἱδρώτων. Ἧπαρ ἢ σπλῆνα ἢ πνεύμονα πασχόντων ἐπὶ τῶν πεπονθότων ῥᾴων ἡ κατάκλισις, ἐπὶ δὲ τῶν <μὴ> πεπονθότων δύσκολος, ὅτι ἐκκρεμασμός τις γίνεται τῶν πασχόντων μορίων. Ἐν τοῖς παροξυσμοῖς τὰ ἄκρα περιψύχεται, ὅτι ὅπου ἡ ἀρχὴ τῆς κινήσεως, ἐκεῖ καὶ ἡ ὕλη· ἡ δὲ ἀρχὴ ἐν τῷ βάθει, ἐν τούτῳ καὶ ἡ ὕλη· καὶ διὰ τοῦτο τὰ ἄκρα ψυχρά. Ἡ δίψα κατὰ ξηρότητα γίνεται, ἥτις πύκνωσιν ποιεῖ. διψῶντες οὖν εἰ προσενέγκοιμεν ὕδωρ ψυχρόν, ἡδόμεθα, καίτοι τῆς πυκνότητος ἐπιτεινομένης τῷ ψυχρῷ. καὶ ὥσπερ τὸν ὕπνον οὐ λέγομεν χαλαστικὸν ἐν τοῖς σώμασιν, οὕτως οὐδὲ τὸ ὕδωρ, ἐπειδὴ ἡδονῆς παρεκτικόν ἐστιν. ἡ διὰ τοῦ σκάφους αἰώρα διαφορητικὴ τῶν