77 Εἰς τὴν ἀνάληψιν Ἐκ τῆς ἑῴας ὡς πρὸς ἑσπέραν φθάσας αὖθις πρὸς αὐγὰς ἀντανῆλθες ἡλίου. εἰς γῆν γὰρ ἐλθὼν συμπαθῶς ὁ δεσπότης εἰς οὐρανοὺς ὕψωσας ἡμῶν τὴν φύσιν. 78 Εἰς τὴν πεντηκοστήν Γλῶσσαι τὸ πνεῦμα μηνύουσι πυρφόροι, πιστοῦσι τοῦτο μυριόγλωττοι λόγοι. δῆμος μὲν οὖν μέμηνεν Ἑβραίων πάλιν, ἔθνη δὲ πιστεύουσιν ἀπλάστῳ τρόπῳ. 79 Εἰς τὰ ἅγια τῶν ἁγίων Καινὴ προπομπὴ τῆς βασιλίδος κόρης· ἡ λαμπρότης δὲ τῶν ἀνακτόρων ὅση. παστὰς ἀποστίλβουσα πνεύματος χάριν· ὁ νυμφίος τίς; παῖς θεοῦ θεὸς λόγος. 80 Εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας θεοτόκου Ἀπῆρας ἐκ γῆς ὡς βασιλὶς εἰς πόλιν, τὸν ἀέρα στέφουσι τάξεις ἀγγέλων, ἀρχάγγελοι κοσμοῦσιν οὐρανῶν κύκλους, ὁ παῖς δὲ θεῖον εὐτρεπίζει σοι θρόνον. 81 Πέτρος πρὸς τὸν Χριστόν Αἷς ἔπλασας πάλαι με χερσίν, ὦ λόγε, ταύτας προτείνεις δουλικῶς εἰς τοὺς πόδας. οὐ μή με νίψεις δεσπότης τὸν οἰκέτην· τὸ πῦρ φοβεῖ με, πυρπολήσει τοὺς πόδας. 82 Ὁ Χριστὸς πρὸς τὸν Πέτρον Εἰ συμμεριστής, εἰ μαθητής μου θέλεις, Πέτρε, καλεῖσθαι καὶ †μαθητὴς† καὶ φίλος πάντως σε νίψω· καὶ πτερωθεὶς ἐν τάχει βάδιζε καὶ κήρυττε κόσμῳ παντί με. 83 Εἰς τὸν χαιρετισμόν Ὁ χαιρετισμὸς ἡ καθάρσιος χάρις· «ὁ Χριστὸς ἐν σοί, χαῖρε, μῆτερ τοῦ λόγου.» «ὡς εἶπας αὐτός, Γαβριήλ, γένοιτό μοι.» 84 Εἰς ἱμάτιον τῆς θεοτόκου, τίμιον ξύλον καὶ τρίχας τοῦ Προδρόμου Ἐσθής, ξύλον, θρίξ· παρθένου, λύχνου, λόγου. 85 Τοῦ αὐτοῦ ἤγουν τοῦ Κερκύρας Ὦ γῆς ἁπάσης καὶ πόλου κρατῶν ἄναξ, ῥύστα, βασιλεῦ τῆς ἐμῆς διαρτίας, ὁ δρακὶ πάντων κατέχων τὰς ἡνίας καὶ τὰς ἀβύσσους χαλινῶν νεύσει μόνῃ, χρώμασι τυπῶν τὴν ἀναφῆ σου θέαν πόθῳ ζέοντι καὶ γέμοντι τῆς φρίκης προσέρχομαί σοι τῷ βασιλεῖ τῶν ὅλων, ὅπως λύσιν εὕροιμι τῶν ἐπταισμένων. Ἀλλ' ὦ μαθητῶν ἡ λογὰς ἡ κοσμία, παρρησίαν ἔχουσα πρὸς τὸν δεσπότην σύναψον αὐτῷ μυστικαῖς ἐντυχίαις ἡμᾶς ποθοῦντας τὴν ὑμῶν προστασίαν, ὦ ἱερὸν σύνταγμα τῆς τετρακτύος. 86 Τοῦ Ψελλοῦ ∆εινὸν τὸ λυποῦν· ἂν δὲ καὶ λυπῇ φίλος, ἀνδραποδῶδες· ἂν δὲ καὶ δάκνῃ λάθρᾳ, ὡς θηριῶδες· ἂν δὲ καὶ γυνὴ λάλος, δαίμων σύνοικος· ἂν δὲ καὶ δικασπόλος, πόνος τετραπλοῦς· ἂν δὲ καὶ θυηπόλος, ἄκουε, Χριστέ, καὶ δίκαζε τὴν δίκην. 87 Τοῦ Ψελλοῦ