149
Ἀκύλας σαφέστερον, Καὶ μεμοχθηκυῖαν σὺ ἥδρασας. Καμοῦσαν γὰρ ἐν τοῖς δι ωγμοῖς ἀτρεμῆ διεφύλαξας. ιαʹ. "Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ." Ζῶα Θεοῦ τοὺς ἱεροὺς ἀποστόλους καλεῖ· ὧν ἐπιβὰς τὴν πλάνην ἐξήλασε, καὶ τοὺς ἀνθρώπους εἰς θεογνω σίαν ἐπέστρεψεν. Οὕτω καὶ περὶ τοῦ Παύλου φησίν· "Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστά σαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ." Τούτου χάριν ἵππους αὐτοὺς ὁ θεῖος ὠνόμασεν Ἀβακούμ· "Ἐπεβίβασας γὰρ, φησὶν, εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά." Τούτους οἰκεῖν ἐν τῇ τοῦ Θεοῦ κλη ρονομίᾳ, τουτέστιν ἐν τοῖς ἔθνεσιν, ὁ προφητικὸς ἐθέσπισε λόγος. Οἰκοῦσι δὲ μέχρι καὶ τήμερον, οὐ μόνον ταῖς θήκαις τῶν σωμάτων ἁγιάζοντες τοὺς πελάζοντας· ἀλλὰ καὶ τῇ διδαχῇ τῶν συγγραμ μάτων τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπιστρέφοντες. "Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ Θεός." Ταῦτα δὲ, φησὶ, τῇ πτωχῇ τῶν ἀνθρώπων φύσει διὰ τὴν σὴν ἐδωρήσω χρηστότητα. ιβʹ. "Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ." Οὓς ἄνω ζῶα προσηγόρευσεν, εὐαγ γελιστὰς ἐνταῦθα καλεῖ. Καὶ ἐπειδὴ ἁλιεῖς ἦσαν, 80.1384 καὶ τελῶναι, καὶ σκυτοτόμοι, ἐχειροτονήθησαν δὲ φιλοσόφων, καὶ σοφιστῶν, καὶ ῥητόρων, καὶ τῶν ἐπὶ εὐγλωττίᾳ βρενθυομένων διδάσκαλοι, εἰκότως διδάσκει πόθεν ἀρυόμενοι τῆς διδασκαλίας τὰ νάμα τα, τὴν ἀρδείαν προσφέρουσιν. ιγʹ. "Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου σου διελέσθαι σκῦλα." Ὁ δὲ Σύμμαχος οὕτως· Κύριος ἔδωκε ῥήσεις τοῖς εὐαγγελιζομένοις στρατιᾷ πολλῇ. Βασιλεῖς τῶν στρατιῶν ἠγαπήθησαν· ἀγαπητοὶ ἐγένοντο, καὶ ἡ δίαιτα τοῦ οἴκου διανεμεῖ λάφυρα. Καλεῖ δὲ στρατιὰν πολλὴν, τοὺς πεπιστευκότας· οὕτω δὴ καὶ ὁ Ἀπόστολος Τιμοθέῳ γράφων λέγει· "Στρατεύου τὴν καλὴν στρατείαν." Καί· "Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγμα τείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ." Βασιλεῖς δὲ στρατιῶν, τοὺς τούτων διδασκάλους ὠνόμασεν· οὓς ἠγαπῆσθαι, καὶ ἀγαπητοὺς ὀνομάζεσθαί φησιν. Οὕτω δὲ αὐτοὺς καὶ ὁ Κύριος καλεῖ· "Ὑμεῖς φίλοι μού ἐστε. Οὐκ ἔτι καλέσω ὑμᾶς δούλους, ἀλλὰ φί λους." Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος λέγει· "Ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς." Καί· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" Λάφυρα δὲ καλεῖ, τοὺς πάλαι μέλη τὰ οἰκεῖα δοῦλα τῆς ἁμαρτίας πεποιηκότας, καὶ τῷ διαβόλῳ ταῦτα εἰς δουλείαν ἐκδεδωκότας. Τούτους δὲ τοῖς ἱεροῖς διένειμεν ἀποστόλοις· τὸν μὲν Ῥωμαίων, τὸν δὲ Ἑλλήνων διδάσκαλον προστησάμενος· καὶ τοὺς μὲν Ἰν δῶν, τοὺς δὲ Αἰγυπτίων κήρυκας ἀποφήνας. Ταῦτα τοῖς ἱεροῖς ἀποστόλοις τὰ λάφυρα ἡ τοῦ οἴκου ὡραιό της διένειμεν. Οἶκος δὲ τοῦ Θεοῦ, κατὰ τὸν θεῖον Ἀπόστολον, οἱ πεπιστευκότες. Ὡραιότης δὲ τοῦ οἴκου, ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡ τοῦτον ὡραΐζουσά τε καὶ λαμπρύνουσα τῇ παντοδαπῇ φιλο τιμίᾳ τῶν δωρεῶν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπαγομένων ἐδίδαξεν. ιδʹ. "Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ με τάφρενα αὐτῆς, ἐν χλωρότητι χρυσίου." Πτέρυγας δὲ καλεῖ περιστερᾶς, τὴν χάριν τοῦ Πνεύματος. Ἐν εἴδει γὰρ περιστερᾶς παρὰ τὰ Ἰορδάνεια ἐπεφοίτησε ῥεῖθρα. Ταύτης δὲ τὰς μὲν πτέρυγας, περιηργυ ρῶσθαί φησι· τὰ δὲ μετάφρενα κεκοσμῆσθαι χρυ σίῳ. Τὰ μὲν γὰρ ἁπλούστερα, καὶ εὐκολώτερα, τοῖς ἁπλουστέροις προσφέρει· τοῖς δὲ τελειοτέροις, τὰ βαθύτερα. "Τὰ γὰρ μυστήριά μου ἐμοὶ καὶ τοῖς ἐμοῖς." Καὶ τοὺς μὲν, ὡς ἀτελεῖς, γάλα ποτίζει· 80.1385 τοῖς δὲ τὴν στερεὰν προσφέρει τροφήν. Κλήρους δὲ καλεῖ τὰς δύο διαθήκας. Λέγει τοίνυν ἐν ἑκατέρᾳ διδασκαλίᾳ, Προσέλθετε καὶ ὄψεσθε τὴν παντοδαπὴν τοῦ ἁγίου Πνεύματος χάριν. Οὐχ ἁπλῶς μέντοι προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προσ έταξε. Τοῦτο γὰρ ἐκάλεσε κοιμηθῆναι· ὡς τοῦ καθεύδοντος ἀκινήτου μένοντος. ιεʹ. "Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασι λεῖς ἐπ' αὐτῆς, χιονωθήσονται ἐν Σελμών." Καὶ ἄνω βασιλεῖς τοὺς ἀποστόλους ἐκάλεσεν, ὡς κλη ρονόμους τῆς βασιλείας τῶν οὐρανῶν· ὡς καὶ ἐν τῷ μδʹ ψαλμῷ ἄρχοντας προσηγόρευσε· Καταστή σεις γὰρ αὐτοὺς, φησὶν, ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.