149
φημὶ τὸν ἔξαρχον. 215 {1Πρεσβυτέρῳ ὑπογράψαντι}1 Οἷον πέπονθεν ἡ τιμιότης σου ἐν τῷ ναυαγίῳ τῆς ὑπογραφῆς καὶ ὁπόσον ἀπεκλαύσω τὸ πτῶμα (πτῶμα γάρ ἐστιν ὡς ἀληθῶς ἡ κατὰ τῆς ἁγίας εἰκόνος τοῦ Χριστοῦ ἔκτασις καὶ μόνον τῆς χειρός), ἔγνων διὰ τοῦ πιττακίου σου, ὦ ἄνθρωπε τοῦ θεοῦ, καὶ συμπέπονθα καὶ συνεποτνίασα καὶ συνήλγησα, σχέτλια φθεγξάμενος καὶ οἷα εἰκὸς ἁρμόζει τῷ φιλαδέλφως ἔχοντι· καὶ γὰρ μέλη ἀλλήλων ἐσμὲν καί, εἴτε πάσχει ἓν μέλος, συμπάσχειν ὀφείλει πάντα τὰ μέλη (φωνή ἐστιν ἀποστολική), εἴτε δοξάζεται ἓν μέλος, ἡ χαρὰ ἐπὶ πᾶσιν. ἀλλ' ὢ τῆς ἐπηρείας· ἐσυλήθημεν, ἐπτοήθημεν, ἐφοβήθημεν ἐν οἷς οὐ φοβητέον οὐδ' αὖ πτοητέον, εἴπερ ἀναγινώσκομεν τὸ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ δυναμένων λαβέσθαι. τί οὖν πρός με τὸν ἀχρεῖον, ὦ φίλε, ἀνήνεγκας τὸν λόγον; τίς ἐγὼ πρὸς ἰατρείαν, ὁ νοσῶν ἐν ἁμαρτίαις καὶ οὐ τῶν τὰ τοιαῦτα πεπιστευμένων ἰᾶσθαι συντρίμματα; ἐπεὶ μὴ ἀταξίας ὁ θεός, τὰ τῶν πρεσβυτέρων, ἤγουν ἱερέων, ἐπισκόποις ἀπένειμεν ἐπανορθοῦν καὶ ἰᾶσθαι. πῶς παρ' ἐμοῦ ἐπιζητοίης τὰ ὑπὲρ ἐμέ; οὐκ ἐγχωρεῖ. τοῦτο δὲ συμβου λευτικῶς καὶ ἀγαπητικῶς ὑποτίθημι καὶ λέγω, ἵνα μή σε ἀναπόκριτον ἐάσω πάντῃ. ὁ θεὸς ἀγαθός ἐστιν, οὐ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. εἰ οὖν ἐν ἀληθείᾳ ἡ μετάνοια, στῆθι τῆς ἱερουργίας παντάπασιν. οὐκ οἶδα, εἰ μὴ κατὰ ἀνάγκην τὴν ἐνεστῶσαν μεταδοίης τισὶ τῶν ἁγιασμάτων· ἔστι γὰρ ἐξ ἀνάγκης καὶ ἀπορίας καὶ ἀφ' ἑαυτοῦ μεταλαβεῖν τὸν τυχόντα διὰ τὸ φευκτὸν τῆς αἱρέσεως. ὅσα γὰρ ἐποίησας, εἴτε παρ' ἑαυτοῦ εἴτε καὶ πρὸς ἄλλου ἐπιτραπείς, καλὰ μὲν καὶ ἐπαινετὰ εἰς θεοῦ ἐπίκαμψιν, οὐδὲν δὲ τὸ καθόλου τὸ δυνάμενον λῦσαι τῆς ἱερουργίας κἂν ἐξ οἱουδηποτοῦν ἀρχιερέως δόξειεν εἶναι, καὶ τοῦτο ἕως εἰρήνης τῆς τοῦ θεοῦ ἐκκλησίας, ἐν ᾗ τηνικαῦτα κρίσει συνοδικῇ ὡς δέον πᾶν ὁτιοῦν τῶν τοιούτων κανονισθήσεται καὶ κρίσιν ἕξει θεόψηφον. εἰ δὲ φῂς ὅτι "4ὑπογράφων ἔκραζον προσκυνεῖν με τὰς ἁγίας εἰκόνας"5, σύγγνωθι, ἀδελφέ, καὶ Πιλᾶτος τῷ στόματι ἀθωῶν ἑαυτὸν τῆς σφαγῆς Χριστοῦ τῷ καλάμῳ ἐκύρου τὸν θάνατον. Ταῦτά σοι παρ' ἐμοῦ τοῦ ταπεινοῦ ὡς ἐνώπιον θεοῦ. ἀλλά, δέομαι, μνείαν ποιοῦ ὑπὲρ ἐμῆς σωτηρίας ἐν τῇ μετανοίᾳ τῆς συνθλίψεώς σου, προσαγορεῦσαί τε παρακλήθητι οὓς ἔφης ὁρᾶν ἁγίους πατέρας μου ἐν ἐπισκόποις ὡς ἐξ ἐμοῦ τοῦ οἰκτροῦ. 216 {1Καλλίστῳ τέκνῳ}1 Οὐκ ἐπιλέλησμαί σου, τέκνον μου ἠγαπημένον Κάλλιστε, ἀλλὰ καὶ μέμνημαι καὶ ἔχω σε ἐν τῇ καρδίᾳ μου ἐν ἀγάπῃ Χριστοῦ· ἀποδεχόμενός σε λίαν ἐν τῇ πρὸς τὸν οἰκονόμον συναφείᾳ καὶ διακονίᾳ (καὶ οὐ ψεύδομαι ὃ λέγω) δοκῶ αὐτὸς ἐγὼ ὑπηρετεῖσθαι καὶ ἀναπαύεσθαι. ἐν πᾶσιν οὖν χρήσιμόν σε ὁ Κύριός μου ἀναδείξειεν, ἐξυπηρετησάμενον πρῶτα καλῶς τῷ μακαρίῳ πατρὶ ἡμῶν, εἶτα καὶ τῷ ἀειμνήστῳ Ἀρσενίῳ μου, μετὰ ταῦτα νῦν τῷ οἰκονόμῳ, ἐν ἀμφοτέροις ἐμέ, ὡς εἴρηται, τὸν ταπεινὸν θεραπευκὼς καὶ δουλεύσας, πλὴν ὅτι καὶ ἐδούλευσας διὰ τῆς τοῦ κελλαρίου διακονίας. χαίρω ὅτι ἐν παντὶ εἶ δόκιμος, ἱκανός, ἀπεξεσμένος, πιστός, εὔνους, ὑπομονητικός, φιλοπάτωρ, ὀξύνους, οἰκονομικός, σταθερός, νομοφύλαξ, ἀπαράτρεπτος τῆς πίστεως καὶ ὁμολογίας τοῦ Χριστοῦ. Ἐν τούτοις οὖν ἴσθι, ἐν τούτοις βεβαιοῦ, ἐν τούτοις χαῖρε, ὅτι ὁ μισθός σοι πολὺς παρὰ θεῷ. ἤθελον δὲ κἀγὼ σχεῖν σε ἄρτι εἰς ἐμαυτόν, ἀλλὰ ἀπάρτι (χάρις τῷ θεῷ) μειζόνως ἐν τῇ ἀπουσίᾳ ἀναπαύεις με, ἀναπαίων τὸν ὀφθαλμόν μου, τὴν ψυχήν μου, τὸν οἰκονόμον, οὐ μόνον ἐν τοῖς οἴκοι, ἀλλὰ καὶ ἐν ταῖς πρὸς τοὺς ἀδελφοὺς εἰσόδοις καὶ ἐξόδοις. εἴη σοι ἡ χάρις παρὰ θεοῦ πλεονάζουσα. προσεύχου περὶ τῆς ταπεινώσεώς μου· ἀσπάζονταί σε οἱ ἀδελφοί σου. 217 {1Κασσίᾳ κανδιδατίσσῃ}1 Ἅπερ ἀπέστειλάς μοι διὰ Κύριον ἐδεξάμην· καὶ τίς εἰμι ἐγὼ ὁ ταπεινὸς μνημονευθεὶς παρὰ τῆς εὐλαβείας σου; ὅμως ὅτι ἀγαθῆς ῥίζης οὖσα βλάστημα οἶδας ἀγαθοποιεῖν. ἀκούω δὲ εὖ ποιεῖν σε καὶ τῷ πνευματικῷ ἡμῶν τέκνῳ ∆ωροθέῳ, ὄντι πεφυλακισμένῳ ὑπὲρ