1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

149

ἀπέστειλε κατὰ Ἡρακλείου διὰ τῆς Ἀρμενίας. Σαραβλαγγᾶς δὲ ἠκολούθει ἐκ τῶν ὄπισθεν αὐτοῦ καὶ οὐ συνέβαλεν αὐτῷ ἐκδεχόμενος ἑνωθῆναι τῷ Σαρβαραζᾷ καὶ οὕτω τὸν πόλεμον συστήσασθαι. γνόντες δὲ οἱ Ῥωμαῖοι τὴν ἔφοδον τοῦ Σαρβαραζᾶ εἰς δειλίαν ἐτράπησαν καὶ τοῖς ποσὶ τοῦ βασιλέως προσέπεσον δάκρυσι μετανοοῦντες διὰ τὴν κακῶς γενομένην αὐτῶν παρακοήν, γνόντες οἷον κακόν ἐστι δοῦλον μὴ εἴκειν τοῖς τοῦ δεσπότου βουλεύμασιν· καὶ ἔλεγον· "τὴν χεῖρά σου, δέσποτα, πρὶν ἀπολέσθαι ἡμᾶς τοὺς ἀθλίους· εἴκομεν γάρ σοι, ἐν οἷς ἂν κελεύῃς." τότε ὁ βασιλεὺς ἔσπευσε συμβαλεῖν τῷ Σαραβλαγγᾷ, πρὶν ἢ ἑνωθῆναι τῷ λαῷ τοῦ Σαρβαραζᾶ, καὶ πολλὰς ἐκδρομὰς κατ' αὐτοῦ ποιησάμενος ἐν νυκτί τε καὶ ἡμέρᾳ εἰς δειλίαν αὐτὸν κατέστησεν· καὶ ὄπισθεν ἀμφοτέρους ἐάσας κατὰ Χοσρόου μετὰ σπουδῆς ἤλαυνεν. αὐτομολοῦσι δὲ δύο τῶν Ῥωμαίων πρὸς τοὺς Πέρσας καὶ πείθουσιν αὐτοὺς ἐκ δειλανδρίας φεύγειν τοὺς Ῥωμαίους. ἦλθε δὲ αὐτοῖς καὶ φήμη ἑτέρα, τὸν Σάϊν, στρατηγὸν Περσῶν, καταλαμβάνειν μεθ' ἑτέρου στρατεύ310 ματος εἰς βοήθειαν· καὶ τοῦτο μαθόντες Σαραβλαγγᾶς τε καὶ Σαρβαραζᾶς ἠγωνίσαντο προσβαλεῖν τῷ Ἡρακλείῳ πρὸς πόλεμον, πρὶν ἢ φθάσαι τὸν Σάϊν καὶ τῆς νίκης εἰς ἑαυτὸν μετενεγκεῖν τὸ κλέος. πιστεύσαντες δὲ καὶ τοῖς αὐτομόλοις ἐχώρησαν κατὰ Ἡρακλείου, καὶ πλησιάσαντες αὐτῷ ἠπλήκευσαν βουλόμενοι ἅμα τῷ πρωῒ συμβαλεῖν. ὁ δὲ Ἡράκλειος ἀπάρας ἀπὸ ἑσπέρας ὥδευσε δι' ὅλης τῆς νυκτός· καὶ μακρὰν γενόμενος ἀπ' αὐτῶν εὑρών τε πεδίον χλοηφόρον ἠπλήκευσεν ἐν αὐτῷ. οἱ δὲ βάρβαροι νομίσαντες ἐκ δειλίας φεύγειν ἀκόσμως ἤλαυνον τοῦ καταλαβεῖν αὐτόν. αὐτὸς δὲ ὑπαντήσας αὐτοῖς ἐκρότησε πόλεμον κατ' αὐτῶν. καταλαβὼν δὲ βουνόν τινα ἀλσώδη καὶ ἐπισωρεύσας τὸν λαὸν αὐτοῦ τῇ τοῦ θεοῦ συνεργίᾳ τρέπει τοὺς βαρβάρους, καὶ τούτους διὰ τῶν φαράγγων διώξας πλῆθος πολὺ ἀνεῖλεν. πίπτει δὲ καὶ ὁ Σαραβλαγγᾶς ξίφει πληγεὶς τὸ νῶτον. καὶ τούτων μεταξὺ τῶν ἀγώνων ὄντων, ἔφθασε καὶ ὁ Σάϊν σὺν τῷ ἑαυτοῦ στρατῷ, καὶ τοῦτον τρεψάμενος ὁ βασιλεὺς καὶ πολλοὺς ἐξ αὐτῶν ἀνελὼν τοὺς λοιποὺς διέσπειρε φεύγοντας· παρέλαβε δὲ καὶ τὸ τοῦλδον αὐτῶν. ὁ δὲ Σαρβαραζᾶς ἑνωθεὶς τῷ Σάϊν ἐπεσύναξε τοὺς σωθέντας βαρβάρους· καὶ πάλιν διενοοῦντο κατὰ Ἡρακλείου χωρεῖν. ὁ δὲ βασιλεὺς ἐπὶ τὴν τῶν Οὔννων χώραν καὶ τὰς τούτων δυσχωρίας ἤλαυνεν ἔν τε τραχέσι τόποις καὶ δυσβάτοις. οἱ δὲ βάρβαροι ὀπίσω αὐτοῦ ἠκολούθουν. οἱ δὲ Λαζοὶ ἅμα τοῖς Ἀβασγοῖς δειλιάσαντες ἀπέσπασαν ἑαυτοὺς τῆς τῶν Ῥωμαίων συμμαχίας καὶ πρὸς τὴν ἰδίαν χώραν ἀνεχώρησαν. ὁ δὲ Σάϊν ἡσθεὶς ἐπὶ τούτῳ θυμῷ πολλῷ σὺν τῷ Σαρβάρῳ ἐχώρει κατὰ Ἡρακλείου. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸν στρατὸν λόγοις ἀνεπτέρωσε καὶ παραινέσει τούτους ἤλειφε λέγων· "τὸ πλῆθος ὑμᾶς τῶν ἐχθρῶν, ἀδελφοί, μὴ ταραττέτω. θεοῦ γὰρ θέλοντος, εἷς διώξει χιλίους. θύσωμεν οὖν τῷ θεῷ ἑαυτοὺς ὑπὲρ τῆς τῶν ἀδελφῶν ἡμῶν σωτηρίας. λάβωμεν 311 στέφος μαρτύρων, ἵνα καὶ ὁ μέλλων ἡμᾶς χρόνος ἐπαινέσῃ, καὶ ὁ θεὸς τοὺς μισθοὺς ἀποδώσῃ." τούτοις καὶ ἄλλοις πλείοσι λόγοις παραθαρσύνας τὸν στρατὸν φαιδρῷ τῷ προσώπῳ παρατάττει τὸν πόλεμον, καὶ στάντες ἀπ' ἀλλήλων ἀπὸ μικροῦ διαστήματος ἀπὸ πρωῒ μέχρις ἑσπέρας ἀλλήλοις οὐ συνέβαλον. ἑσπέρας δὲ καταλαβούσης, ὁ βασιλεὺς τῆς ὁδοιπορίας εἴχετο. οἱ δὲ βάρβαροι πάλιν ὀπίσω αὐτοῦ ἤλαυνον. ἐναλλάξαντες δὲ τὴν ὁδὸν καὶ τοῦτον προλαβεῖν θελήσαντες ἐμπίπτουσιν εἰς τόπους τελματώδεις καὶ πλανῶνται καὶ εἰς μέγαν κίνδυνον ἦλθον. ὁ δὲ βασιλεὺς διαβὰς τὰ μέρη Περσαρμενίας παρέτρεχεν. τῆς δὲ γῆς ἐκείνης ὑπὸ Περσῶν κρατουμένης, πολλοὶ συνέτρεχον τῷ Σαρβαραζᾷ, καὶ ἐπηύξει τὸν ἑαυτοῦ λαόν. χειμῶνος δὲ γεγονότος, ἐσκορπίσθη τὸ πλῆθος ἐν τοῖς ἰδίοις τόποις πρὸς τὸ ἀναπαύεσθαι ἐν τοῖς οἴκοις αὐτῶν. τοῦτο δὲ Ἡράκλειος μαθὼν διανοεῖται ἐν νυκτὶ κλέψαι τὸν πόλεμον· καὶ τοῦ χειμῶνος ἐπικειμένου, καὶ ὑποψίας μηδεμιᾶς οὔσης τῷ Σαρβάρῳ, ἐπιλεξάμενος