150
ταῖς κραθείσαις ὑπὸ τῆς αὐτοῦ τέχνης βουλήσει συμβέβηκεν ἡ πρὸς τὸν τῶν κακῶν ὄλεθρον ἐπιθυμία-ἀγαθοὺς δὲ ἡ συμβεβηκυῖα κακία ὀλο- θρεῦσαι οὐ δύναται, οὐδ' εἰ βουληθείη· νόμῳ γὰρ κατὰ τῶν ἁμαρτανόν- των τὴν ἐξουσίαν ἔχει. ἀγνοῶν οὖν τὸν ἑκάστου τρόπον τὴν κατ' αὐτῶν λαμβάνει διάπειραν καὶ διελέγξας τιμωρεῖ. καὶ ὁ Σίμων ἔφη· ∆υνατὸς οὖν ὑπάρχων ὁ θεὸς κιρνᾶν τὰ στοιχεῖα καὶ ποιεῖν κράσεις πρὸς ἃς βούλεται γενέσθαι προαιρέσεις, διὰ τί μὴ ἀγαθῶν προαιρετικὴν ἐποίει τὴν ἑκάστου κράσιν; καὶ ὁ Πέτρος· Νῦν ἡμῖν ὁ λόγος πρόκειται δεῖξαι πῶς ἐγένετο ὁ πονηρός, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος· τὸ δὲ εἰ ἀμέμπτως, ὁπόταν διεξίω τὸν νῦν ἡμῖν προκείμενον λόγον, τότε τὸ πῶς καὶ διὰ τί ἐγένετο δείξω καὶ ὅτι ἄμεμπτος ὁ πεποιηκὼς πληροφορήσω. πλὴν ἔφαμεν ὑπὸ θεοῦ προβεβλῆσθαι τὰς τέσσαρας οὐσίας, καὶ οὕτως βουλῇ τοῦ συγκρίναν- τος συμβέβηκεν ὡς ἠθέλησεν ἡ τῶν κακῶν προαίρεσις. εἰ γὰρ παρὰ τὴν προαίρεσιν αὐτοῦ ἢ ἐξ ἄλλης τινὸς οὐσίας ἢ καὶ προφάσεως συμβεβήκει, οὐκ ἦν ἂν τῷ θεῷ τὸ τῆς βουλῆς βέβαιον· μήπως αὐτοῦ μὴ βουλομένου ἡγεμόνες αἰεὶ κακίας συμβήσωνται προσπολεμοῦντες αὐτοῦ τοῖς βου- λήμασιν. ἀλλὰ ταῦτα οὕτως ἔχειν ἀδύνατον. οὐδὲν γὰρ ζῷον καὶ ταῦτα ἡγεμονικὸν ἐκ συμβεβηκότος γενέσθαι δύναται· ἀνάγκη γὰρ πᾶν τὸ γινόμενον ὑπό τινος γίνεσθαι. καὶ ὁ Σίμων· Τί δέ; εἰ ἡ ὕλη αὐτῷ σύγχρονος οὖσα καὶ ἰσοδύναμος ὡς ἐχθρὰ προβάλλει αὐτῷ ἡγεμόνας, ἐμποδίζοντας αὐτοῦ τοῖς βουλήμασιν; καὶ ὁ Πέτρος· Eἰ ἀίδιός ἐστιν ἡ ὕλη, οὐδὲ ἐχθρὰ τινός ἐστιν· τὸ γὰρ αἰεὶ Χν καὶ ἀπαθές ἐστιν, ἀπαθὲς δὲ Χν μακάριόν ἐστιν, μακάριον δὲ Χν ἔχθρας δεκτικὸν γενέσθαι οὐ δύ- ναται, ἀιδίῳ κτίσει στερηθῆναί τινος μὴ πεφοβημένη. πῶς δὲ οὐχὶ μᾶλλον ἀγαπᾷ τὸν δημιουργὸν ἡ ὕλη, ὁπότε φαίνεται καρποὺς ἐκφύουσα εἰς τροφὴν πάντων τῶν ὑπ' αὐτοῦ γεγενημένων; πῶς δ' οὐχ ὡς κρείτ- τονα πεφόβηται, ὡς καὶ διὰ τῶν σεισμῶν τρέμουσα ὁμολογεῖ καὶ ὡς με- γάλα κυματουμένη τῷ διδασκάλῳ πλέοντι καὶ γαλήνην ἐπιτάξαντι τά- χιστα πεισθεῖσα ἡσύχασε; τί δέ; καὶ οἱ δαίμονες οὐ μετὰ τοῦ φοβεῖσθαι καὶ προτιμᾶν ἐξέβαινον, ἄλλοι δὲ εἰς χοίρους εἰσελθεῖν πρότερον παρα- καλοῦντες ἠξίουν ὡς μηδὲ τοῦ εἰς χοίρους εἰσελθεῖν ἄνευ τῆς αὐτοῦ συγχωρήσεως ἐξουσίαν ἔχοντες; καὶ ὁ Σίμων· Τί δέ; εἰ ἄψυχος οὖσα φύσιν ἔχει ἐκφύειν τὰ κακὰ καὶ τὰ ἀγαθά; καὶ ὁ Πέτρος· Κατὰ τὸν λόγον τοῦτον οὔτε ἀγαθή ἐστιν οὔτε κακή, ὅτι μὴ προαιρέσει πράτ- τει, ἄψυχος οὖσα καὶ ἀναίσθητος. διὸ καὶ ἐνταῦθα διιδεῖν ἔστι πῶς ἄψυ- χος οὖσα ἔμψυχα προβάλλει καὶ ἀναίσθητος οὖσα τεχνικὰ σχήματα τά τε ζσων καὶ φυτῶν δημιουργοῦσα φαίνεται. καὶ ὁ Σίμων· Τί δέ; εἰ ὁ θεὸς αὐτὸς ἐνεψύχωσεν αὐτήν, οὐκ αὐτὸς αἴτιός ἐστιν ὧν αὕτη τίκτει κακῶν; καὶ ὁ Πέτρος· Eἰ ὁ θεὸς αὐτὴν ἐνεψύχωσε κατὰ τὴν αὐτοῦ βούλησιν, τὸ αὐτοῦ πνεῦμα αὐτὴν ἐργάζεται καὶ οὐκέτι τῷ θεῷ ἐχθρόν τι ἐστὶν ἢ ἰσο- δύναμον ἢ ἀδύνατον, ὅτι πᾶν τὸ γινόμενον ὑπ' αὐτοῦ ὡς θέλει γίνεται. ἀλλ' ἐρεῖς· Aὐτὸς τῆς κακίας αἴτιος, εἴπερ αὐτὸς δι' αὐτῆς ἐργάζεται τὰ κακά. ποῖα ἄρα ἐρεῖς τὰ κακά; ἑρπετὰ ἰοβόλα καὶ βοτάνας θανασίμους ἢ δαίμονας ἢ καὶ ἄλλα τινὰ τῶν ἀνθρώποις ὀχλεῖν δυναμένων; ἅπερ τὰ <νῦν