150
ἐνανθρωπῆσαι τὸν Υἱὸν αὐτοῦ δι' ἡμᾶς, ἵνα ἡμᾶς σώσῃ, ὅτι ἠνέσχετο τῆς ἐνανθρωπήσεως ὑπήκοον αὐτὸν γενέσθαι ἐν πᾶσι, κηρῦξαι βασιλείαν οὐρανῶν, ἄφεσιν ἁμαρτιῶν, νεκρῶν ἀνάστασιν Ἐπὶ τούτοις προσκυνεῖ αὐτὸν τὸν μονογενῆ Θεὸν μετ' αὐτὸν καὶ δι' αὐτόν, εὐχαριστῶν αὐτῷ τῷ ἀναδέξασθαι αὐτὸν τὸν ὑπὲρ πάντων θάνατον διὰ τοῦ σταυροῦ, οὗ τύπον ἔδωκεν τὸ βάπτισμα τῆς παλιγγενεσίας. ∆οξάζει τε, ὅτι ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ Θεὸς ὁ τῶν ὅλων Κύριος ἐν ἁγίῳ Πνεύματι οὐκ ἀπέρριψεν τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ διαφόροις καιροῖς διαφόρους προνοίας ἐποιήσατο, τῷ τε Ἀδὰμ αὐτῷ ἐν παραδείσῳ πρῶτον μὲν τρυφῆς λόγῳ τὸν παράδεισον οἰκητήριον δούς, ἔπειτα προ νοίας λόγῳ ἐντολὴν ποιησάμενος, ἁμαρτόντα δὲ δικαιοσύνῃ ἐξώσας, ἀγαθότητι δὲ μὴ ἀπορρίψας εἰς τὸ παντελές, ἀλλὰ καὶ τοὺς ἐξ αὐτοῦ κατὰ διαδοχὴν διαφόρως παιδεύσας· δι' ὃν ἐπὶ τὸ τέρμα τοῦ αἰῶνος ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ ἄνθρωπον γενέσθαι δι' ἀνθρώπους καὶ πάντα τὰ ἀνθρώπινα πάθη ἀναδέξασθαι χωρὶς ἁμαρτίας. Aὐτὸν οὖν καὶ νῦν παρακαλείτω ὁ ἱερεὺς πρὸς τῷ βαπτίσματι καὶ λεγέτω, ὅτι· Κάτιδε ἐξ οὐρανοῦ καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο, δὸς δὲ χάριν καὶ δύναμιν, ὥστε τὸν βαπτιζόμενον κατ' ἐντολὴν τοῦ Χριστοῦ σου αὐτῷ συσταυρωθῆναι καὶ συναποθανεῖν καὶ συνταφῆναι καὶ συναναστῆναι εἰς υἱοθεσίαν τὴν ἐν αὐτῷ, τῷ νεκρωθῆναι μὲν τῇ ἁμαρτίᾳ, ζῆσαι δὲ τῇ δικαιοσύνῃ. Καὶ μετὰ τοῦτο βαπτίσας αὐτὸν ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, χρισάτω μύρῳ ἐπιλέγων· Κύριε ὁ Θεὸς ὁ ἀγέννητος καὶ ἀδέσποτος, ὁ τῶν ὅλων Κύριος, ὁ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ εὐαγγε λίου ἐν πᾶσι τοῖς ἔθνεσιν εὔοσμον παρασχόμενος· σὺ καὶ νῦν τοῦτο τὸ μύρον δὸς ἐνεργὲς γενέσθαι ἐπὶ τῷ βαπτι ζομένῳ, ὥστε βέβαιον καὶ πάγιον ἐν αὐτῷ τὴν εὐωδίαν μεῖναι τοῦ Χριστοῦ σου, καὶ συναποθανόντα αὐτὸν συνα ναστῆναι καὶ συζῆσαι αὐτῷ. Ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα λεγέτω· ἑκάστου γὰρ ἡ δύναμις τῆς χειροθεσίας ἐστὶν αὕτη. Ἐὰν γὰρ μὴ εἰς ἕκαστον τούτων ἐπίκλησις γένηται παρὰ τοῦ εὐσεβοῦς ἱερέως τοιαύτη τις, εἰς ὕδωρ μόνον καταβαίνει ὁ βαπτιζό μενος ὡς οἱ Ἰουδαῖοι, καὶ ἀποτίθεται μόνον τὸν ·ύπον τοῦ σώματος, οὐ τὸν ·ύπον τῆς ψυχῆς. Μετὰ τοῦτο ἑστὼς προσευχέσθω τὴν εὐχήν, ἣν ἐδίδαξεν ἡμᾶς ὁ Κύριος. Ἀναγκαίως δὲ τὸν ἀναστάντα δεῖ