Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ." Εἰς τοῦτο ἐλθὼν, φησί· "Καιρὸς εὐδοκίας" ὅμοιον τῷ, "Ἐλή λυθεν ἡ ὥρα." Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. (A f. 347 b) Τοῦτο δὲ ποιήσεις, ὑπὲρ αὐτῶν ἀπο θανόντα με σώσας διὰ τῆς ἀναστάσεως. Ὑπὲρ αὐτῶν γὰρ ἀναδέχομαι ζωὴν καὶ σωτηρίαν· σὺν ἐμοὶ γὰρ ζωοποιηθήσονται οἱ δι' ἁμαρτίαν νεκροί. Μόνη μέν τοι ἀληθὴς ἡ παρὰ Θεοῦ σωτηρία, τυπικῆς οὔσης τῆς ὑπὸ ἰατρῶν καὶ στρατηγῶν σωτηρίας. Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βα θέων τῶν ὑδάτων. (A f. 347 b) Αἰτεῖ καὶ ὁ Σωτὴρ ἀπὸ τῶν Ἰουδαίων ῥυσθῆναι, οἳ ἐμίσουν αὐτὸν ὡς εἰς πρόσωπον αὐτῶν ἐλέγχοντα τὴν ἐν βάθει κρυπτομένην πονηρίαν. Ἢ βάθος ὑδάτων τὸν θάνατον λέγει καὶ τοὺς πειρασμοὺς οὓς ἐν Χριστῷ νικῶμεν. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. 69.1168 Μή με καταποντισάτω καταιγὶς ὕδατος, κ.τ.λ. (A f. 348, B f. 288 b, E f. 132 b, H f. 173 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ὕδατος δὲ καταιγίδα καὶ βυθὸν καὶ φρέαρ ὀνομάζειν ἔοικεν ἢ τοὺς ἐν τῷ πειράζεσθαι κινδύνους, ἢ καὶ αὐτὸν ἔσθ' ὅτε τὸν ᾅδην. Φησὶ γάρ· "Ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου·" ὡς οἱ εἰς φρέαρ ἐμπεσόντες, οὗ τὸ στόμα ἐνεφράγη. ∆ηλώσας δὲ καὶ ὁ Κύριος διὰ τοῦ, "Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ," τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, καὶ παραστήσας τὴν εἰς ᾅδου κάθοδον, νῦν περὶ τῆς ἀνόδου φησί· "Ῥυσθείην, λέγων, ἐκ τῶν βαθέων τῶν ὑδάτων," καὶ τὰ ἑξῆς. Τὰς μὲν γὰρ ἄλλας ψυ χὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συν έσχεν ἀποκλεῖσαν τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα ἔχον ὁ θάνατος, ἐξ αἰῶνος ἅπαντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ κατα πιεῖν, ἐπικλείσας τὸ ἑαυτοῦ στόμα πρὸς τὸ μή τινα πρὸς ζωὴν παλινδρομῆσαι. Ἐπ' ἐμοὶ δὲ, φησὶ, μὴ γένοιτο τοῦτο. Λέγει δὲ καταιγίδα, ὑπεμφαίνων τὸ παγχάλεπον τῆς Ἰουδαίων Συναγωγῆς ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἀποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος. Πῶς δὲ, εἰπὼν ἄνω· "Καταιγὶς κατ επόντισέ με," νῦν λέγει· "Μή με καταποντισάτω;" Ὅτι ἐπεὶ ἔστι βυθισθέντα πάλιν ἀνανήξασθαι, εὔχε ται ὧν ἐπειράθη μὴ πάλιν πεῖραν λαβεῖν. Κύματα οἶδα καὶ ἄλλα καὶ κλύδωνα φοβερὸν ἐπανιστάμενον τῇ ψυχῇ τὸν ἐκ τῶν παθῶν τῆς σαρκὸς, οἷς χρὴ δυσ πρόσιτον ὄντα, μηδαμῶς τῆς ἀπ' αὐτῶν πικρίας ἀναπίμπλασθαι· ἀλλ' ἀεὶ προσευχόμενον λέγειν· "Ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων," καὶ τὰ ἑξῆς. Εἰσάκουσόν με, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου. (A f. 348 Κυρίλλου καὶ Εὐσεβίου). ∆ιὰ τί δὲ καὶ ὁ Μονογενὴς χρῄζει τοῦ εἰσακουσθῆναι, ἴσος ὢν τῷ Πατρὶ καὶ ὁμότιμος, αὐτὸς τὴν αἰτίαν λέγει· "Ὅτι χρηστὸν τὸ ἔλεός σου," τουτέστι, ∆ιὰ τοῦτο εἰσ ακουσθῆναι χρῄζω, ἐπειδὴ ἄνθρωπος διὰ τὴν σὴν φιλανθρωπίαν γέγονα, καὶ ὑπὲρ ἀνθρώπων εἰκότως ταῦτα ἀναδέχομαι. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παι δός σου. (A f. 348 b, Κυρίλλου καὶ Εὐσεβίου.) Ἐπεὶ δὲ καὶ ὁ Πατὴρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἀποστρα φεὶς ἦν τὴν τοῦ ἀνθρώπου φύσιν, τούτου χάριν πάλιν πρὸς αὐτὴν ἐπιστρέψαι τὸν Πατέρα τὸ πρόσωπον ὁ Χριστὸς παρακαλεῖ, καὶ μὴ ἐπιμεῖναι ὀργιζόμενον, ἐκ μεταφορᾶς τῶν ἐν ταῖς ὀργαῖς ἀποστρεφόντων τὸ πρόσωπον. Ἀποστροφὴ δὲ Θεοῦ ἡ ἐγκατάλειψις. Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. (A f. 348 b, H f. 174 b, Κυρίλλου καὶ Εὐσεβίου.) ∆ιὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν, ταχεῖαν μοι παρά σχου παραψυχήν. Τί τὸ θλίβον; εἰπέ· ἐξήγησαι τὸ λυποῦν, ὦ ∆αβίδ. Ἄκουε τοίνυν λέγοντος ἐναργῶς· "Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, 69.1169 ὡσεὶ φορτίον ἐβαρύνθησαν ἐπ' ἐμέ." Οὐκοῦν πρόσ ελθε τῷ λέγοντι· "∆εῦτε πρός με, πάντες οἱ κοπιῶν τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." (A f. 348 b) Φαίη δ' ἂν καὶ ὁ Χριστὸς πρὸς τὸν Πατέρα· Ὑπὲρ τοῦ κοινοῦ κτήματος θλίβομαι τοῦ ἀνθρώπου, ὥστε ἐλευθερῶσαι τὸν ἀφ' ἡμῶν αἰχ μάλωτον. Ταχὺ δὲ εἰσάκουσον, ἐπειδὴ χρῄζει ταχύτη τος τὸ κατ' αὐτὸν μυστήριον. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν. (A f. 348 b, E f. 133, F f. 104 b) Εἴποι δ' ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Λύτρωσαι τὴν ψυχήν μου ἀπὸ τοῦ κατασχόντος,