150
συναιρεῖται λόγος, εἴς τε τὸ μὴ θεοὺς εἶναι τοὺς κατὰ πόλιν χρᾶν νενομισμένους καὶ εἰς τὸ μηδὲ ἀγαθοὺς δαίμονας, τοὐναντίον δὲ γόητάς τινας καὶ πλάνους καὶ ἀπατεῶνας τυγχάνειν, ἐπ' ὀλέθρῳ καὶ διαστροφῇ τῆς ἀληθοῦς εὐσεβείας τὴν εἰς ἀνθρώπους πλάνην, τήν τε ἄλλην καὶ τὴν 6.11.83 περὶ εἱμαρμένης, προβεβλημένους. ἀφ' ἧς μηδενὸς τῶν ἐξ αἰῶνος πλὴν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὸ πᾶν τῶν ἀνθρώπων γένος λελυτρωμένου, εἰκότως ἡμῖν ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς τὰ παρόντα πάντα διὰ σπουδῆς γέγονεν, ὡς ἂν ἔργῳ μάθοιμεν, ἐκ τίνων προγόνων φύντες καὶ οἵᾳ τὸ πρὶν ἀπάτῃ συνεχομένων ἐξ ὁπόσης τε καὶ πηλίκης ἀνανεύσαντες αὐτοί τε ἡμεῖς καὶ ὁ σύμπας τῶν ἀνθρώπων βίος ἀβλεψίας τε καὶ ἀθεότητος τὴν ἴασιν τῆς μακρᾶς καὶ πολυχρονίου δαιμονικῆς ἐνεργείας διὰ μόνης τῆς σωτηρίου Εὐαγγελικῆς εὑράμεθα διδασκαλίας.