(ῃ. 29-31) Ἰστέον δὲ ὅτι παραδεικνὺς ἐνταῦθα Ὅμηρος πόθεν που ὁ Νέστωρ καὶ οἱ ξυμβλήμενοι, ὡς ἐρρέθη, αὐτῷ βασιλεῖς ἔρχονται, ὁ ∆ιομήδης, ὁ Ὀδυσσεὺς καὶ ὁ Ἀγαμέμνων, ὅτι δηλαδὴ ἀπὸ τῶν πρὸς τῇ θαλάσσῃ νηῶν ἐπὶ τὰς πορρωτέρω, περὶ ἃς τὸ τεῖχος, φησὶ «πολλὸν γάρ ῥ' ἀπάνευθε μάχης εἰρύατο», τουτέστιν εἱλκυσμέναι ἦσαν, «νῆες θῖν' ἐφ' ἁλὸς πολιῆς», ἐν αἷς δηλαδὴ καθ' ἡσυχίαν ἦσαν οἱ βασιλεῖς οὗτοι. (ῃ. 31-6) Εἶτα ἑρμηνεύων πῶς ἦσαν αἱ πρὸς τῇ θαλάσσῃ αὗται νῆες πολὺ πόρρω τῆς μάχης, φησὶν «τὰς γάρ», ἤγουν ταύτας, ὅσαι πρῶται ἤγγισαν τῇ γῇ ἐν τῷ ἐξ ἀρχῆς κατάπλῳ, «πρώτας πεδίονδε εἴρυσαν», οἱ Ἀχαιοὶ δηλαδή, οὓς διὰ τὸ πάντῃ φανερὸν ἐσίγησεν ὁ ποιητής, «αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας αἰγιαλὸς νῆας χαδέειν», ὅ ἐστι χωρῆσαι καθ' ἕνα στίχον, «στείνοντο δὲ λαοί. τῷ ῥα», ἤγουν διό, «προκρόσσας ἔρυσαν, καὶ πλῆσαν [ἁπάσης», ἤγουν] ὅλης, «ἠϊόνος στόμα μακρόν, ὅσον ξυνεέργαθον», ἤγουν ὅσον περιεῖχον καὶ συνέκλειον ἔντος «ἄκραι», ἤτοι τὰ ῥηθέντα ἀλλαχοῦ ἀκρωτήρια, ἢ τὰ τοῦ ναυστάθμου κέρατα. Καὶ ἦσαν λοιπὸν αἱ μὲν τῶν νηῶν νενεωλκημέναι μακρὰν τῆς μάχης θῖνα ἐφ' ἁλὸς πολιῆς, ἔνθα καὶ αἱ τοῦ βασιλέως, ὡς δηλοῖ καὶ τὸ «νῆες δέ τοι ἄγχι θαλάσσης», ἄλλαι δὲ ἵσταντο πορρωτέρω τῆς θινὸς ἑλκυσθεῖσαι εἰς τὸ πεδίον καὶ οὖσαι πρὸς τῷ τείχει, ἃς καὶ πρώτας φησίν, ὡς τὴν ἀρχήν τε τῶν ἄλλων προκαθορμισθείσας καὶ ὡς πρώτας οὔσας τοῖς ἀπὸ τοῦ τείχους ἰοῦσιν ἐπὶ τὴν θαλάσσαν, οἷς πάντως ἔσχαταί εἰσιν αἱ πρὸς τῇ θαλάσσῃ. Ἑτέρως μέντοι πρῶται μέν εἰσιν αἱ ἄγχι τῆς θαλάσσης, ἔσχαται δὲ αἱ τοῦ τείχους ἐγγύς, μεταξὺ δὲ τῶν δύο τούτων στίχων αἱ σκηναί, τὰ ἱπποστάσια, οἱ βωμοί, αἱ ἀγοραί, καὶ εἴ τι τοιοῦτον. Ὅτι δὲ καὶ τὰς παραθαλασσίους ὁ ποιητὴς πρώτας ἔχει, δηλοῖ μετ' ὀλίγα, εἰπὼν «νῆας, ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης», πρὸς διαστολὴν πάντως τῶν ἄλλων, αἱ ἄγχι τοῦ τείχους πρῶταί εἰσιν, ὡς εἶναι τὸ ἐλάχιστον δύο στίχους νηῶν, ἕνα τὸν πρῶτον πρὸς τῇ θαλάσσῃ, καὶ ἕτερον τὸν πρῶτον πρὸς τῷ τείχει. Ὁ μέντοι Κράτης οὐκ ἐν διστίχῳ φησὶν εἶναι τὰς ναῦς. ὅπως δὲ τοῦτο κατασκευάζει, περιττὸν ἐκθέσθαι. (ῃ. 35) Προκρόσσας δὲ Ὅμηρος λέγει τὰς οὕτως ὡρμισμένας νῆας, ὡς κλιμακηδὸν οἷον ἱσταμένας διὰ τὸ ὑψη 3.572 λὸν τοῦ τόπου. κρόσσαι γάρ, ὡς ἐρρέθη, τειχομάχοι κλίμακες. Οἱ δὲ παλαιοὶ καὶ οὕτω φασίν· προκρόσσας τὰς ἑτέρας πρὸ ἑτέρων, ὥστε θεατροειδὲς φαίνεσθαι τὸ νεώλκιον. Ἔτι δὲ καὶ οὕτω· προκρόσσας, ἄλλας ἐπ' ἄλλαις, ἀντιπρῴρους. Ἡ δὲ λέξις αὕτη καὶ παρὰ Ἡροδότῳ κεῖται, ὃς καὶ ἐφερμηνεύων αὐτήν φησιν «προκρόσσας ὥρμουν τὰς ναῦς, αἱ μὲν γὰρ πρὸς τὴν γῆν ὥρμεον, αἱ δ' ἐπ' ἐκείναις ἐπ' ἀγκυρέων» καὶ ἑξῆς, καὶ πάλιν «αἱ πρῶται τῶν νηῶν ὥρμεον πρὸς γῆν, ἄλλαι δ' ἐπ' ἐκείναις ἐπ' ἀγκυρῶν. ἅτε γὰρ τοῦ αἰγιαλοῦ ὄντος οὐ μεγάλου πρόκροσσαι ὡρμοῦντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας». Καὶ οὕτω μὲν Ἡρόδοτος τὰς παρ' αὐτῷ φράζει προκρόσσας, αἱ μέντοι τῶν Ἑλλήνων ἐπὶ ξηρᾶς εἶχον τὸ πρόκροσσον καὶ ὑψηλότερον ἵσταντο αἱ πρὸς τῷ τείχει. καὶ ἦν ἴσως καὶ τοῦτο ἀποσιμοῦσθαι, ὅ ἐστιν ἀπὸ σιμοῦ καὶ κοίλου τόπου ἀνῆχθαι ὑψοῦ. Κεῖται δὲ τὸ ἀποσιμοῦσθαι παρὰ τοῖς παλαιοῖς, παρ' οἷς οὐ μόνον ἀπεσίμωσε· τὸ ὕψωσε καὶ πρὸς τὸ λαμπρότατον ἤγαγε, κατὰ Παυσανίαν, ἀλλὰ καὶ ἀποσιμῶσαι τὸ μετεωρίσαι ναῦς παρὰ Θουκυδίδῃ. (ῃ. 30) Τὸ δὲ «πολλὸν γάρ ῥ' ἀπάνευθεν» ὀκνοῦμεν πάλιν εἰπεῖν, ὡς ἐπίτηδες ἔχει τὸν ˉρˉα σύνδεσμον διὰ τραχυφωνίαν φίλην τοῖς ποιηταῖς. Ἀπὸ δὲ τοῦ ἐρύειν, ἀφ' οὗ τὸ εἰρύατο καὶ τὸ εἴρυσαν καὶ τὸ ἔρυσαν, δοκεῖ παρῆχθαι καὶ ὁ παρὰ τῷ Παυσανίᾳ ἐρυσμός, λάχανον, φησίν, θερμαντικόν, οὗ τὸ σπέρμα τρίβουσαι πίνουσιν αἱ κύουσαι γυναῖκες. (ῃ. 33) Τὸ δὲ «οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐών» εὐειδὲς καὶ αὐτὸ σχῆμα διὰ τὸ διπλοῦν τῆς ἀποφάσεως. Σύνηθες δὲ Ὁμήρῳ οὕτως ἀπὸ δύο ἀρνήσεων ἄρχεσθαι, οἷον καὶ τὸ «οὐδὲ γὰρ οὐδὲ ∆ρύαντος υἱός», καὶ τὸ «οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ἔκφυγε», καὶ ἕτερα. (ῃ. 34) Τοῦ δὲ «χαδέειν» ἐνεστὼς χάζω, οὗ δεύτερος ἀόριστος ἔχαδον, οὗ τρίτον πρόσωπον τὸ «οὐκ ἔχαδε στῆθος χόλον». ὅθεν