1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

150

Συρίας, Βαβυλωνίας βʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Σωτὴρ ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσδʹ. Οὗτος ὁ Ἀντίοχος ὁ Σωτὴρ λεγόμενος ἔσχεν ἐκ τῆς θυγατρὸς ∆ημητρίου, γαμετῆς δὲ Σελεύκου τοῦ πατρὸς αὐτοῦ Στρατονίκης, ἄρρενα υἱὸν Ἀντί οχον τὸν ἐπικληθέντα Θεόν, ὃς καὶ ἐβασίλευσε μετ' αὐτὸν Συρίας καὶ Ἀσίας ἔτη ιεʹ. καὶ ἐτελεύτησεν ἐν Ἐφέσῳ. 331 Συρίας καὶ Ἀσίας γʹ ἐβασίλευσεν Ἀντίοχος ὁ ἐπικληθεὶς Θεὸς ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσκγʹ. ΣΠΟΡΑ∆ΗΝ Ἀστυάναξ Μιλήσιος παγκράτιον νικᾷ τὸ τρίτον. οὗτος δὲ καὶ ςʹ ἀνδρῶν σιτία κατήσθιε. ∆ημήτριος ὁ Φαληρεὺς ἐγνωρίζετο γʹ νομοθέτης Ἀθήνησιν. οὗτος Ἀθηναίοις ἀποδοὺς τὴν δημοκρατίαν ἦλθεν εἰς Αἴγυπτον. Μενέδημος καὶ Σπεύσιππος φιλόσοφοι ἐγνωρίζοντο. Ῥωμαῖοι Κελτοὺς καὶ Τυρρηνοὺς ἐνίκησαν καὶ τὴν Σαβίνων γῆν ἐκληρώ σαντο. Οἱ Μακεδόνων ἡγεμόνες ἐστασίασαν. Περδίκκας εἰς Αἴγυπτον ἐστράτευσε. Πολυπέρχης υἱὸς Ἀντιπάτρου ἀνεῖλε τὸν Ἀριδαῖον. Λυσιμαχία ἐν Θρᾴκῃ ἐκτίσθη. Ἀγαθοκλῆς ἐν Συρακούσαις ἐτυράννησε. Ῥωμαῖοι Μάρσους καὶ Ἴμβρους καὶ Παλλινοὺς παρεστήσαντο. Ῥωμαῖοι ἀποικίας ἔπεμψαν. Κύπρου Πτολεμαῖος ἐκράτησεν. Ὁ Λαμιακὸς πόλεμος ἐκινήθη. Ἀναξιμένης καὶ Ἐπίκουρος ἐγνωρίζετο. Ἐν Ῥώμῃ παρθένος τις φθαρεῖσα ἀνῃρέθη. Θεόδωρος ἄθεος ἐγνωρίζετο. Ῥωμαῖοι Σαυνιτῶν Ἀράβων τελείως ἐκράτησαν. Μένανδρος ὁ κωμικὸς ποιητὴς πρῶτον δρᾶμα διδάξας Ὀργὴν ἐνίκα. Θεόφραστος φιλόσοφος ἐγνωρίζετο. ∆ημήτριος ὁ Πολιορκητὴς τὴν πόλιν Σαμαρέων ἐπόρθησε. Μένανδρος ὁ κωμικὸς ἐτελεύτησεν. Ὁ Σάραπις ἢ ὁ Σόραπις ἢ ὁ Σείραπις κατά τινας ἐν Ἀλεξανδρείᾳ ἱδρύνθη. Μία τῶν ἐν Ῥώμῃ παρθένων ἀνῃρέθη φθαρεῖσα. Ῥωμαῖοι Κρότον ἔλαβον. 332 Ἐν Ῥώμῃ πρῶτον ἀργυροῦν ἐκόπη νόμισμα. Ῥωμαῖοι Καλαβρίαν ἔλαβον καὶ ὑπέταξαν καὶ Μεσσήνην. Ἄρατος ποιητὴς ἐγνωρίζετο, ὃς ἔγραψε τὰ Φαινόμενα. Οἱ βασιλεῖς Ποντίων ιʹ κατὰ τούτους ἦρξαν τοὺς χρόνους διαρκέσαντες ἔτη σιηʹ. περὶ ὧν Ἀπολλόδωρος καὶ ∆ιονύσιος ἱστοροῦσι. Καππαδοκῶν βασιλεῖ ζʹ χρόνους ρξʹ διαρκέσαντες κατὰ τούτους ἤρξαν το τοὺς χρόνους, ὡς ∆ιόδωρος γράφει. Καρχηδόνιοι Ῥωμαίων ζʹ ναῦς ἔλαβον ἐν Σικελίᾳ, τρέψαντες καὶ τὸν ὕπατον Μέτελλον. Ῥωμαῖοι ἀποικίας ἐστείλαντο. Ἐν Ῥώμῃ παρθένος καταγνωσθεῖσα τοῦ ἱεροῦ τῆς Ἑστίας ἑαυτὴν ἀνεῖλε. Νικομήδειαν ἐπ' ὀνόματι αὐτοῦ ἔκτισε Νικομήδης βασιλεὺς Βιθυνῶν. Ῥωμαῖοι Καρχηδονίους ναυμαχίᾳ νικήσαντες ρʹ πόλεις τῆς Λιβύης ἔλαβον. Κατὰ τούτους τοὺς χρόνους Ἱέρων τύραννος Σικελίας κρατεῖ Συρα κουσῶν καὶ κατὰ Ῥωμαίων Καρχηδονίοις συμμαχεῖ, ἡνίκα πρῶτος πόλε μος Ῥωμαίοις πρὸς Καρχηδονίους κινηθεὶς ἔτη κρατεῖ κγʹ. δεύτερος μετὰ Ἀπίωνα Οὐαλέριος ὑπατεύων πάσης ἐξελάσας Σικελίας Καρχηδονίους, τάς τε ἐν αὐτῇ πόλεις ὑπὸ Ῥωμαίους ποιεῖται πλὴν Συρακουσῶν πόλεως, ἣν εἶχεν Ἱέρων σὺν τοῖς Ἄφροις βʹ ἡττηθείς. τότε καὶ Λιβύης ρʹ πόλεις εἷλον Ῥωμαῖοι. Ῥωμαῖοι Καρχηδονίους ἐνίκησαν, ἡνίκα καὶ Τοῦλλος ὕπατος μετὰ πό λεμον κγʹ ἐνιαυτῶν κρατεῖ Καρχηδονίων καὶ ὑπὸ Ῥωμαίους αὐτοὺς καὶ τὴν χώραν ποιεῖ, λαβὼν καὶ Συρακούσας καὶ Ἱέρωνα τύραννον ἐκδόντα ἑαυτὸν κατὰ τὴν ρκηʹ ὀλυμπιάδα ἐπὶ Φιλαδέλφου τοῦ Πτολεμαίου, ἐφ' ὃν στρατηγὸς Ἄππιος Κλαύδιος ὑπατεύων πεμφθεὶς πολλὴν Σικελοῖς καὶ Καρχηδονίοις εἰργάσατο φθοράν. 333 Ἀθηναίοις Ἀντίγονος τὴν ἐλευθερίαν ἀπέδωκεν. Ἐν Ῥώμῃ ἱερὸν ἐνεπρήσθη τῆς Ἑστίας. Ἐν Ῥώμῃ ὑπὸ δούλου διακορευθεῖσα παρθένος ἑαυτὴν διεχειρίσατο. Ῥωμαῖοι Γάλλων μυριάδας δʹ πρὸς τοῖς τʹ ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους αὐτῶν κατεδουλώσαντο, Γαλιαρίους καλοῦντες αὐτούς. Ἐν Ῥώμῃ παρθένοι ἁλοῦσαι φθορᾷ ζῶσαι κατωρύγησαν. Σκηπίων Ἀφρικανὸς Κελτιβηρίας πολέμῳ πόλεις πολλὰς Ῥωμαίοις ὑπηγάγετο. ***ούτου υἱοὶ βʹ ὁ Φιλοπάτωρ καὶ ὁ Εὐεργέτης. Ζήνωνα Στωϊκὸν θανόντα Κλεάνθης μαθητὴς διεδέξατο. Ἐπίκουρος αὐτοματίτης θνήσκει. Πολέμων θνήσκει ὁ φιλόσοφος, μεθ' ὃν Ἀλκέτας καὶ Κράτης γνωρίζον ται. Τιμήσεως