150
δικαίᾳ δυνησόμεθα ἀντειπεῖν, ἢ ἐν οὐδενὶ θησόμεθα τοὺς λόγους ὡς ἀκαίρως εἰρημένους; μὴ γὰρ ὅτι πάσης μὲν προφάσεως πολέμων ἐκ βασιλέως ἐξ ἀρχῆς κεκινημένης, ῥᾳδίου δὲ ὄντος φύσει πρὸς μεταβολὰς, τῆς Ῥωμαίων δὲ ἡγεμονίας πολλὰ τοῖς ἐμφυλίοις τετρυχωμένης πολέμοις, ἁπάντων δὲ οὐκ ἂν οἰσόντων ῥᾳδίως τὴν μεταβολὴν, ἀλλ' εἰ πάντων μὲν ἀμφοτέροις μετῆν ἐπίσης, ἐν μηδενὶ δὲ διενήνοχεν ἅτερος ἑτέρου, ἔδει δὲ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τὸν προσήκοντα ἑλέσθαι μᾶλλον ἄρχειν, οὐ σοὶ προστίθεσθαι προσῆκον πάντα ὁντινοῦν· οὐ μόνον διὰ τὴν πρᾳότητα καὶ μεγαλοψυχίαν, ἣν παρὰ πάντα ἐπεδείξω τὸν τοῦ πολέμου χρόνον, ἀλλὰ καὶ τὴν εὐψυχίαν καὶ τὴν τόλμαν τὴν ἐν τοῖς πολέμοις, καὶ τὸ μάλιστα δεῖσθαι τὰ Ῥωμαίων πράγματα νυνὶ, οὐκ ἐμπείρου καὶ δεινοῦ μόνον στρατηγοῦ, ἀλλὰ καὶ σπουδαίου καὶ τὰ πολέμια ἐξησκημένου; ἐμοὶ μὲν οὖν πανταχόθεν ἐξετάζοντι, οὐδεμία τις αἰτία φαίνεται ἀρκοῦσα πείθειν ὡς λυσιτελὲς αὐτὸν ἀποστάντα τῆς ἀρχῆς τῷ πάππῳ ἐγχειρίζειν. διὸ καὶ συμβεβούλευκα προθύμως τοῦ κοινῇ λυσιτελοῦντος ἕνεκα. σὲ δὲ εἰ μὴ τὰ λελεγμένα πείθειν ἱκανὰ, ἔξεστι καὶ ἑτέροις ἅμα καὶ συνετωτέροις 1.426 καὶ ἐμπειροτέροις συμβούλοις χρησαμένῳ, μὴ τοῦ δέοντος ἁμαρτεῖν.» Τοιαῦτα μὲν ὁ μέγας δομέστικος εἶπε· βασιλεὺς δ' ὥσπερ εἴωθε μικρὸν ἐπισχὼν «συνετῶς μὲν εἰρῆσθαι τοὺς λόγους,» εἶπεν «οὐκ ἂν ἔξαρνος γενοίμην· ἔτι δέ μοι δοκεῖ καὶ κατὰ σχολὴν εἶναι βουλευτέον περὶ αὐτῶν, εἴπως τι βέλτιον ὁ μεταξὺ χρόνος ἐξευρήσει.» ἐπαινέσαντος δὲ καὶ τοῦ μεγάλου δομεστίκου, τὸ νῦν μὲν ἔχον διελύθησαν. ἐς τρίτην δὲ ἡμέραν πάλιν συνελθόντες, ἐπυνθάνοντο ἀλλήλων εἴτι πλέον ἐν τῷ μεταξὺ ἐξευρηκότες εἶεν χρόνῳ· μηδὲν δὲ ἀμφοτέρων εἰρηκότων ἐπεψηφίσαντο τὴν βουλὴν, καὶ οὕτω παρ' ὀλίγον ἐλθὸν τὸ βασιλέα τὸν πρεσβύτερον αὖθις ἄρχοντα γενέσθαι τῶν πραγμάτων, ὑπὸ τοῦ μεγάλου δομεστίκου ἐκωλύθη. ὧν ὕστερον εἰς μνήμην ἐλθὼν ὁ βασιλεὺς, ἐπεὶ ἐπύθετο αὐτὸν τὸν μονήρη βίον ἀνῃρημένον ᾐνίττετο τῷ μεγάλῳ δομεστίκῳ, ὡς «εἰ ἃ πρότερον ἐβουλευόμεθα εἰς ἔργον ἧκον, νῦν οὐκ ἂν συνέβαινε τοιαῦτα.» πρὸς ἃ ἐκεῖνος ἀπεκρίνατο, ὡς «τοιαῦτα μὲν οὐκ ἂν συνέβη, ἴσως δ' ἕτερα χείρω καὶ ἀλυσιτελέστερα πολλῷ.» βασιλεὺς δ' ἐπεὶ τῆς νόσου ἤδη ἀπηλλάγη καθαρῶς, ἐκ ∆ιδυμοτείχου εἰς Βυζάντιον ἧκεν ἀποδώσων τὰς εὐχαριστίας τῇ πανάγνῳ μητρὶ τοῦ θεοῦ τῇ ζωοδόχῳ πηγῇ τῇ μᾶλλον ἰάματα ἢ νάματα βρυούσῃ· ἧς τυχὼν ἀπήλλακτο καὶ αὐτὸς τῆς χαλεπῆς ἐκείνης νόσου. Βυζάντιοι δὲ πανδημεὶ πρὸς ὑπάντησιν τοῦ βασιλέως ἐξελθόντες, ἔτι δὲ καὶ οἱ 1.427 τῶν πέριξ χωρῶν τε καὶ πόλεων κατὰ θέαν βασιλέως πᾶσι γὰρ οὐκ ἐπέραστος μόνον, ἀλλὰ καὶ θαύματος ἀξία ὄψις ἦν, ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος, ἄχρι μὲν Ῥηγίου προῆκον ὑπ' ἀλλήλων συνωθούμενοι καὶ ἠσπάζοντο βασιλέα προσκυνοῦντες. ἐκεῖθεν δὲ δι' αὐτῶν ἰὼν ὁ βασιλεὺς ἄχρι τοῦ πρὸ τῆς πόλεως τεμένους τῆς ἀεννάου πηγῆς ἦλθε συνωθούμενος ὑπὸ τοῦ πλήθους· ἀποδοὺς δὲ τὰς εὐχαριστίας θεῷ, ἦλθεν εἰς τὰ βασίλεια ἐκεῖθεν καὶ διέτριψεν ἐν Βυζαντίῳ ἐξ ἐκείνης εἰς ἑξηκοστὴν ἡμέραν. αὖθις δὲ ἐξελθὼν, περιῄει τὰς τῆς Θρᾴκης πόλεις. καʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ στρατιὰ Περσῶν ἱππικὴ τὸν Ἑλλήσποντον περαιωθεῖσα, ἐληΐζετο τὴν Θρᾴκην. πυθόμενος δὲ ὁ βασιλεὺς συνήθροιζε τὴν στρατιὰν ὡς ἀμυνούμενος αὐτούς. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, οἱ μὲν πολλοὶ τῶν Περσῶν, ἀναστρέψαντες ἐπεραιώθησαν πρὸς ἕω. πεντακόσιοι δὲ αὐτῶν καὶ χίλιοι λογάδες ἔμειναν ἐπὶ τῆς Θρᾴκης· βασιλέως δὲ αὐτοῖς ἐπιστρατεύσαντος, ἔπεσον πάντες μάχῃ νικηθέντες. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐκ τῆς ἑσπέρας ἠγγέλθη βασιλεῖ ὡς παρασκευάζοιτο στρατιὰ Τριβαλῶν τῇ Ἀχρίδι ἐπιθέσθαι πόλει ἑσπερίῳ ὑπὸ τὴν Πιερίαν τὸ ὄρος κειμένῃ, καὶ μετὰ μικρὸν οἱ Τριβαλοὶ δῃώσαντες τὰ περὶ αὐτὴν, περικαθήμενοι ἐπολιόρκουν· βασιλεὺς δὲ ἐβοήθει κατὰ τάχος. αἰσθόμενοι δὲ οἱ Τριβαλοὶ, τὴν πολιορκίαν ἐκλιπόντες, ἀνεχώρησαν εἰς τὴν οἰκείαν, καὶ ὁ βασιλεὺς εἰς Ἀχρίδα παρελ 1.428 θὼν πρόνοιάν τε ἐποιήσατο τῆς πόλεως ὅση