150
αὐτὸν ἠρέμα "ἀλλὰ καὶ βασιλεύσεις" εφη "καὶ τὴν ἀρχὴν ἀνύσεις εὐδαιμονέστατα, καὶ μέμνησο τῶν ἐμῶν τούτων πληγῶν. αριστος δ' εσῃ, εἰ δικαιοσύνην ἀγαπήσειας καὶ εὐσέβειαν πρὸς θεὸν καὶ πρὸς τοὺς πολίτας ἐπιείκειαν. ἀλλ' οὐ γὰρ οιδά σε τοιοῦτον εσεσθαι." βασιλεύσας δὲ ὁ ̔Ηρώδης μετακαλεῖται τὸν Μαναῒμ καὶ περὶ τοῦ 1.377 χρόνου τῆς ἀρχῆς ἐπυνθάνετο. ὡς δέ, σιωπῶντος ἐκείνου, αὐτὸς εἰ δέκα γενήσονται ἠρώτα τῆς βασιλείας ἐνιαυτοὶ η εικοσιν η τριάκοντα, ὁ δὲ ορον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, ̔Ηρώδης καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μαναῒμ ἀφῆκε δεξιωσάμενος καὶ πάντας δι' ἐκεῖνον ἐτίμα τοὺς Ἐσσηνούς. Ηδη δὲ ὀκτωκαιδέκατον ἀνύων ἐνιαυτὸν τὸν νεὼν εγνω μετασκευάσαι καὶ πρὸς υψος αραι μεῖζον καὶ ἀξιοπρεπέστερον ἐκτελέσαι. τὸ δὲ πλῆθος ωκνει πρὸς τὴν ἐγχείρησιν. ὁ δὲ οὐ πρότερον εφη τὸν ναὸν καθαιρήσειν, πρὶν αν πάντα ων αν δέοιτο εἰς τὸ εργον παρασκευάσηται. ηδη δὲ ἡτοιμασμένων αὐτῷ πάντων, καθελὼν αὐτὸν καὶ θεμελίους αλλους καταβαλόμενος τὸν ναὸν ηγειρε μήκει πήχεων ἑκατόν, τὸ δ' υψος ἐπέκεινα εικοσιν. ᾠκοδομήθη δὲ λίθοις λευκοῖς τε καὶ κραταιοῖς, ων ἑκάστῳ περὶ πέντε καὶ εικοσι τὸ μῆκος πήχεις, τὸ δ' υψος ὀκτώ, ευρος δὲ περὶ δώδεκα. κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐντετείχιστο, διάφορος ὀχυρότητι, ην οἱ ἐκ τοῦ γένους τῶν ̓Ασαμωναίων γεγονότες βασιλεῖς ὁμοῦ καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ωστε τὴν ἀρχιερατικὴν ἀποκεῖσθαι στολὴν ἐν αὐτῇ. καὶ ταύτην ουν τὴν βᾶριν ̔Ηρώδης ἐπισκευάσας ὀχυρωτέραν ἐπ' ἀσφαλείᾳ τοῦ ἱεροῦ εἰς μνήμην ̓Αντωνίου προσηγόρευσεν ̓Αντωνίαν. αὐτὸς δὲ ὁ ναὸς καὶ πάντα τὰ περὶ τὸν ναὸν ἐν ὀκτὼ δεδόμητο ετεσι. παραδέδοται δὲ κατ' ἐκεῖνον τὸν καιρὸν οτε αὐτὸς ὁ ναὸς ἀνηγείρετο, ἐν ἐνιαυτῷ γὰρ ἑνὶ καὶ μησὶν εξ ᾠκοδομήθη, τὰς μὲν ἡμέρας μὴ υειν, γίνεσθαι δὲ τοὺς ομβρους ἐν ταῖς νυξίν, ινα μὴ τὰ εργα κωλύωνται. Τὰς ἀδικίας δὲ ἀναστέλλειν πειρώμενος ὁ ̔Ηρώδης 1.378 τίθησι νόμον τοὺς τοιχωρύχους ἐπ' ἐξαγωγῇ τῆς χώρας πιπράσκεσθαι· ο καὶ πρὸς τιμωρίαν τῶν πασχόντων ην φορτικόν, οὐχ ηκιστα δὲ καὶ τῶν νόμων κατάλυσις. τὸ γὰρ ἀλλοφύλοις δουλεύειν καὶ βιάζεσθαι κατὰ τὰ ἐκείνων εθη βιοῦν τῆς θρησκείας ην, οσον ἐπ' ἐκείνοις, κατάλυσις. πιπράσκεσθαι μὲν γὰρ οἱ νόμοι τοὺς φῶρας ἐκέλευον, εἰ μὴ εχοιεν κατὰ τὸ τετραπλοῦν ἐκτιννύειν τὰ φώρια, ἀλλ' οὐ πρὸς ἀλλοφύλους, πρὸς δέ γε ὁμοεθνεῖς, ινα μήτε τῆς θρησκείας ἐκπίπτοιεν μήτε παρ' ολον τὸν βίον δουλεύοιεν, ἀλλὰ τυγχάνοιεν μετὰ ἑξαετίαν ἀφέσεως. ταῦτα μέρος ην τῶν κατ' ἐκείνου διαβολῶν καὶ τῆς δυσνοίας τοῦ πλήθους τῆς ἐπ' αὐτῷ. Εἰς τὴν ̓Ιταλίαν δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον παραγενόμενος ̔Ηρώδης, ινα Καίσαρί τε προσομιλήσῃ καὶ τοὺς παῖδας ἐν τῇ ̔Ρώμῃ διατρίβοντας οψεται, φιλοφρόνως τε ὑπεδέχθη παρὰ τοῦ Καίσαρος καὶ τοὺς παῖδας ὡς ηδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ελαβεν αγειν εἰς τὰ οἰκεῖα. ὡς δ' ἐπανῆλθον, περίοπτοι γεγόνασι τῷ τε τῆς ψυχῆς παραστήματι καὶ τῇ κατὰ τὰς μορφὰς ὡραιότητι, ἐπίφθονοί τε ησαν Σαλώμῃ τῇ τοῦ βασιλέως ὁμαίμονι καὶ τοῖς τὴν αὐτῶν μητέρα κατεργασαμένοις διαβολαῖς. καὶ ηδη καὶ κατ' ἐκείνων τὰ οπλα ἡτοίμαζον δι' ων καὶ τὴν αὐτοὺς γειναμένην κατηγωνίσαντο, λογοποιοῦντες ἀηδῶς τῷ πατρὶ προσφέρεσθαι τὰ μειράκια διὰ τὸν φόνον τὸν τῆς μητρός, κἀντεῦθεν μῖσος φυῆναι τῷ πατρὶ πρὸς τοὺς παῖδας ὡς ἐνὸν κατεσκεύαζον. τέως μέντοι φιλοστόργως ετι πρὸς αὐτὰ ὁ πατὴρ διακείμενος καὶ τιμῆς μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν 1.379 ἐζεύγνυεν, ̓Αριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερνίκην, ̓Αρχελάου δὲ τοῦ Καππαδοκῶν βασιλέως τὴν παῖδα Γλαφύραν τῷ ̓Αλεξάνδρῳ. τῇ δὲ Σαλώμῃ ταῦτα τὴν κατὰ τῶν νεανίσκων δυσμένειαν μᾶλλον ὑπέτρεφεν, οἰκειουμένῃ καὶ πάντας οσοιπερ αὐτῇ τὸν τῆς Μαριὰμ φόνον συνεξειργάσαντο. διδόντων δέ τινας καὶ τῶν νεανίσκων λαβὰς μνήμῃ τε τῆς μητρὸς καὶ τῇ τοῦ κράτους ἐπιθυμίᾳ, βλασφημίαι μὲν ἐκείνων εἰς τὴν Σαλώμην καὶ τὸν Φερώραν ἐγίνοντο, πρὸς ἐκείνους δ' ἡ τούτων ἐπηύξητο