150
̓Εδεδίσκετο. ἐξεφόβει. ̓Εδεῖτο. εχρῃζεν. ̓Εδείναζον. δεινῶς εφερον, η ἐκακολόγουν. ̓Εδείματο. ᾠκοδόμησεν. ̓Εδεινολόγουν. ἐσχετλίαζον. ἀντὶ τοῦ δεινὰ πεπονθέναι ελεγον. ̓Εδεῖτο. ἐδεσμεῖτο. Εδειραν. ἀντὶ τοῦ ετυψαν, δίφθογγον. εδηραν δὲ ἀντὶ τοῦ ἐξέδηραν, ˉη. ̓Εδειμάτουν. ἐξεφόβουν. Εδεισα. ἀντὶ τοῦ ἐφοβήθην. Εδδεισεν. ἐφοβήθη. ἀπὸ τοῦ δέω, δείσω, εδεισα καὶ πλεονασμῷ τοῦ ˉδ εδδεισα. η ἀπὸ τοῦ δείδω. -εδδεισε δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ. ̓Εδείδισαν. δειδίω, ὁ μέσος παρακείμενος δείδια, ἐδειδίειν, ἐδειδίεισαν, καὶ κατὰ συγκοπὴν ἐδείδισαν. ̓Εδηλήσαντο. εβλαψαν. ἀπὸ τοῦ δηλῶ, δηλήσω, ἐδήλησα καὶ ἐδηλήσαντο. καρπὸν ἐδηλήσαντο. ̓Εδήδαται. ἀντὶ τοῦ ησθιον. εἰ μὲν διὰ τοῦ ˉα, ὡς ̓Αρίσταρχος καὶ αλλοι, ἐστὶ πληθυντικόν. οιον· οσσά τοι ἐκπέποται καὶ ἐδήδαται- epsilon.616 ἐὰν δὲ διὰ τοῦ ˉε, ἐστὶν ἑνικόν. ἀπὸ γὰρ τοῦ ἐδῶ ὁ παρακείμενος ηδεκα, διπλασιασμῷ ἐδήδεκα, ὁ παθητικὸς ἐδήδεσμαι, τὸ τρίτον ἐδήδεσται, καὶ ἀποβολῇ τοῦ ˉς ἐδήδεται, καὶ ̓Ιακῶς ἐδήδαται. ουτως ̔Ηρωδιανός. ̓Εδηδοκώσ. καὶ ἐδηδοκέναι, ἀντὶ τοῦ φαγεῖν. ̓Εδήμευσαν. δημόσιον ἐποίησαν. καὶ ἐκράτησεν ὁ φθόνος, καὶ τὴν οὐσίαν αὐτῶν ἐδήμευσαν. ̓Εδημοσίωσεν. δημόσιον ἐποίησεν. ὁ δὲ ∆ευδέριχος ἐπὶ Ζήνωνος ἐδημοσιώθη, χιλίας καμήλους προπέμψας χρυσίου καὶ ἀργυρίου. ̓Εδημώθη. ἐν τῷ δήμῳ διεδόθη. δῆλος πᾶσιν ἐγένετο. ∆ίων· καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη. ̓Εδῄουν. ἠφάνιζον, διέφθειρον, διέκοπτον. ̓Εδίωσεν. ἐξέωσεν. ἐδίωξεν. ̓Εδίψησεν. ἐπεθύμησεν. ὁ δὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐδίψησεν. ̓Εδίδη. ἐδέσμει. ̓Εδίδων. ἰστέον, οτι ἡ παράδοσις τὸ ἐδίδων διὰ τῆς ˉοˉυ διφθόγγου οιδεν, οιον ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ, διδοῖς, ἐδίδουν· ὡς χρυσῶ, χρυσοῖς, ἐχρύσουν. ̓Εδιδαξάμην. ἐπαιδευσάμην, ἀττικῶς· ἀντὶ τοῦ ἐπαίδευσα. παθητικὸς ἀντὶ ἐνεργητικοῦ. ̓Εδίδαξεν. επεισεν, ἠρέθισεν. ἐδίδαξεν αὐτοὺς ἀνάγκη κατασκηνῶσαι ου πρότερον ειδον κώμας. epsilon.617 ̓Εδικανόωντο. ἐδεξιοῦντο. ̓Εδικαίου. δίκαιον ειναι ελεγεν. ἀλλὰ τοῦ γε ἀπολαύεσθαι κύριος ἐδικαίου ειναι αὐτός. ̓Εδικαιώθησαν. δίκαιοι ἐκρίθησαν. ̓Εδικαίωσαν. ἀντὶ τοῦ κατέκριναν. οἱ δὲ ̔Ρωμαῖοι κατάγοντες αὐτὸν ἐδικαίωσαν θανάτῳ. ̓Εδίνευον. κύκλῳ περιῄεσαν. η ἀντὶ τοῦ ὠρχοῦντο. Εδμεναι. ἐσθίειν. ὡς αγειν, ἀγέμεν, καὶ εἰπεῖν, εἰπέμεν, ουτως εδειν ἐδέμεν καὶ πλεονασμῷ τῆς ˉαˉι ἐδέμεναι, καὶ κατὰ συγκοπὴν εδμεναι. εδμεναι εἰωθότες. Εδονται. φάγονται. ̓Εδούπησεν. ἐκτύπησεν. ̓Εδοκίμασαν. προέκριναν, ἐκύρωσαν. πολλῶν δὲ ῥηθέντων εἰς ἑκάτερα λόγων οἱ πλείους γνῶναι τὴν προτέραν ἐδοκίμασαν. ̓Εδοκίμαζεν. εκρινε. σιωπηλὸς ην ἐπὶ τούτοις καὶ ἀποκρύπτειν ἐδοκίμαζεν. ̓Εδολιοῦσαν. τὸν δόλον συνεσκίαζον. ἐκ τοῦ δολιῶ, ἐδολίουν, βοιωτικῶς ἐδολιοῦσαν. Εδοξεν. εἰς ὑπόληψιν ηλθεν. Εδρασεν. επραξεν, ἐποίησεν, ἐκάθισεν. ̓Εδραματουργήθη. ἐπράχθη. Εδρακεν. ἐκ τοῦ δέρκω τὸ θεωρῶ. ὁ διαμπνύνθη καὶ ἀνέδρακεν. epsilon.618 Εδραμον. ἰστέον, οτι τὸ εδραμον ἀπὸ τοῦ δρέμω ἐστὶν, ἐπεὶ τὸ ῥῆμα ονομα αὐτοῦ πιστοῦται ὁ δρόμος, ὡς βρέμω, βρόμος. ουτως ουν δρέμω, δρόμος. ὁ δὲ ̔Ηρωδιανὸς φησὶν, οτι δύναται ειναι ἀπὸ τοῦ δραμῶ περισπωμένως. ἐξ ου καὶ τὸ παρὰ Μενάνδρῳ, οιον· δεδράμηκά σοι δρόμον τοιοῦτον, οιον οὐδεὶς πώποτε. καὶ ῥηματικὸν ονομα δράμημα. ουτω Ζηνόδοτος. ̔Εδριόωντο καὶ ἑδρίοντο. ἀντὶ τοῦ ἐκαθέζοντο. παρὰ τὸ εδρα ἑδριῶ. ̓Εδύνατο γράφεται. αχρηστον γὰρ τὸ ἠδύνατο. ̓Εδωλιάσαι. συγκαθίσαι. ̓Εδωρεῖτο. δώροις ἐτίμα. ̓Εδωρήσατο. ἐφιλοφρονήσατο. Τὸ Ε μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) ̓Εεδνωτήσ. ὁ προικιστὴς, ὁ πενθερός. ̓Εέσχατοσ. ὁ εσχατος. Εεισ. ὁ εις ἐπὶ τοῦ ἀριθμοῦ. οιον· κυκλοτερὴς ὀφθαλμὸς εεις ἐνέκειτο μετώπῳ. παρὰ τὸ ιος ἰόεις, καὶ τροπῇ τοῦ ˉι εἰς ˉε εεις, ὡς ἀγχίμαλος, ἀγχέμαλος. η ἀπὸ τοῦ εις εεις, πλεονασμῷ τοῦ ε. epsilon.619 (Θηλυκόν.) ̓Εεικόσορος ναῦσ. εἰκοσάκωπος. ̓Εέρσαι. δρόσοι. ψεκάδες. παρὰ τὸ ερσαι, ο ἐστι ποτίσαι. ποτίζει γὰρ ἡ δρόσος τὰ φυτά. ̓Εέλδωρ. ἐπιθύμημα, βούλημα, παρὰ τὸ ἑλεῖν πρὸς ἑαυτὸν καὶ ελκειν. η παρὰ τὸ ελω τὸ λαμβάνω, κατὰ πλεονασμὸν τοῦ δ.