παχυμερῶν σωμάτων, τοῦ δὲ αἰσθητικοῦ πνεύματος πυκνωτικὴ καὶ διὰ τοῦτο ὕπνου ποιητική. Ἐπὶ τὴν μήνιγγα εἰ γένηται ἕλκος, θανάσιμον διὰ τὸ τὴν συλλεχθεῖσαν ἐκ τῆς ἑλκώσεως ὕλην ἐπὶ τὰ κύρια μέρη τοῦ ἐγκεφάλου θλῖψιν ἀπεργάζεσθαι καὶ σπασμόν, μὴ δυνηθεισῶν τῶν ὑλῶν διαπνεῦσαι. Ἰστέον ὅτι κυριώτατα τὰ περὶ τὸ βρέγμα μέρη ὄντα λεπτὴν ἔχει τὴν ὑποκειμένην μήνιγγα καὶ διὰ τοῦτο ἐπικίνδυνον. πρὸς δὲ τὴν συνούλωσιν ἐλθόντα εὐιατότερα, ὅτι σφοδροτέρα γίνεται ἡ συνέργεια τῶν κυριωτέρων μερῶν. τὰ περὶ τὸ ἰνίον ἀκινδυνωδέστερα διὰ τὸ τὴν μήνιγγα αὐτῶν σαρκώδη εἶναι, δυσιατότερα διὰ τὸ μὴ ἔχειν συνέργειαν πολλήν. Ἐφ' ὧν τοιαῦτα τραύματα περὶ τὴν κεφαλήν ἐστιν, εἰ αὐτομάτως λυθείη ἡ κοιλία, θάνατος, εἰ δ' οὖν, σωτηρίαν ὑποφαίνει· ὅτι, εἰ ἡ γαστὴρ λυθῇ ἐκ τῆς κεφαλῆς τὴν ὑπόστασιν ἔχουσα, κίνδυνον ἀπειλεῖ, εἰ δὲ τῷ λόγῳ τῆς διαίτης ἐξυγρανθεῖσα τὴν λεπτοποιηθεῖσαν ὕλην ἐπὶ τὰ κάτω μέρη δίδωσι, τὴν κεφαλὴν ἀνενόχλητον ποιεῖ. Ἡ ἐκ τῆς ἀνθρακιᾶς θέρμη κεφαλαργική {δέ}, ὅτι πολλή ἐστι καὶ πυκνωτική, ἡ δ' ἐκ τῶν ξύλων ἔχει καὶ ἰκμάδα καὶ δῆλον ἐκ τοῦ καπνοῦ. δεῖ δὲ τοὺς ἄνθρακας σβεννύειν οἴνῳ ὀλίγῳ, ἵνα μὴ παρακολουθήσῃ ἐξ αὐτῶν βλάβη. Τοῖς θαλαττουργοῖς ἐπιπολάζει τὰ πτερύγια, ὅτι ἐκ τῶν θαλαττίων ἀτμῶν δριμυτέρων ὄντων ἀναβιβρωσκόμενα τύλωσιν μετὰ φλεγμονῆς ἀναδέχεται. δύο δὲ εἴδη τούτων, τὰ μὲν προσηρτημένα, τὰ δὲ συμφυῆ. Ὁ πυρετὸς πολλάκις λύει τὴν ὀφθαλμίαν, πολλάκις ἀπεργάζεται, ὅτι ὁ πυρετὸς λόγῳ τινὶ μετασυγκρίσεως· καὶ εἰ μὲν ᾖ μέτριος, ὠφελεῖ, εἰ δὲ σφοδρός, βλάπτει. καὶ ὅτε ξηραντικός ἐστιν, ὠφελεῖ, ὅταν δὲ ἐναποσκηπτικός, ὡς ἀνάπαλιν. Ἐν τῷ θέρει μᾶλλον αἱ ὀφθαλμίαι ἐκ τοῦ ξηροῦ καὶ θερμοῦ ὄντος. τοῦτο δὲ ἀπὸ ῥεύματος, ὅτι τὸ φαιδρὸν πολὺ ὂν βλάπτει τὰς ὄψεις· τὸ γὰρ ὑπὲρ τὸ δέον λευκὸν συγχυτικόν. ἐν γοῦν τῷ θέρει αἴτιον τῆς ὀφθαλμίας τὸ φαιδρὸν τοῦ ἡλίου. Ὁμοιότης ἐστὶν ὀφθαλμῶν καὶ ὤτων· πῶς γοῦν συμπάσχοντος ὀφθαλμοῦ συμπάσχει καὶ ὁ ἕτερος, οὐ μὴν καὶ ἐπὶ τῶν ὤτων; ὅτι ἐπὶ τῶν ὀφθαλμῶν πολλὴ ἐγγύτης καὶ ὅτι τὰ ἐπὶ τῶν ὀφθαλμῶν συγκινητικὰ ἔνδοθεν, τὰ δὲ τῶν ἀκοῶν ἔξωθεν. Τινὲς ὀφθαλμιάσαντες ὀξύτερον ὁρῶσιν, ὅτι καθαίρονται τῇ ἀποδακρύσει ὡς ἀπό τινων διακρουστικῶν κολλυρίων.