Πόνος πόθος πᾶς· εἰ δὲ καὶ χρηστοῦ νέου, πόνος τετραπλοῦς· εἰ δὲ καὶ φιλουμένου, πόνος δεκαπλοῦς· εἰ δὲ καὶ φίλου πλέον, πόνος πόσος. ῥάγηθι φιλῶν εἰς δύο πόνους δεκαπλοῦς μὴ φέρειν ἐξισχύων. τῷ φιλτάτῳ γέγραφα ταῦτα δακρύων· δάκρυσιν, οὐ μέλανι, ταῦτ' ἐγεγράφειν. 88 Ψελλοῦ εἰς τὸν προφήτην Ἀμοῦν Ἀμοῦν τὸ χρησμῴδημα διασαφίζει ἄριστα ὡς ἔνεστι καθ' ἱστορίαν Κύριλλος ὁ πρόεδρος Ἀλεξανδρείας· εἶθ' οὕτως αὖθις εἰς θεωρίαν ἄγει καὶ διατρανοῖ μυστικῶς καὶ πανσόφως τὸν κεκρυμμένον ἐν τῷ γράμματι νόον. 89 Τοῦ αὐτοῦ εἰς τὸν Μιχαίαν Μιχαία τὰ δύσληπτα εὔληπτα φαίνει Κύριλλος ὁ πρόεδρος Ἀλεξανδρέων, οὗπερ τὸ κῦδος πᾶσαν μὲν γῆν κατέχει διὰ τὴν εἰς ἄκραν δὲ ἁγιστίαν. 90 Στίχοι τοῦ Ψελλοῦ εἰς τοὺς ιβʹ ἀποστόλους, περιέχει δὲ εἷς ἕκαστος αὐτῶν τὸ τέλος, τὸ ὄνομα, τὸν φονεύσαντα καὶ τὸν τόπον Σταυροῖ Πέτρον κύμβαχον ἐν Ῥώμῃ Νέρων. Ῥώμη ξίφει θνῄσκοντα τὸν Παῦλον βλέπει. εἰρηνικῷ τέθνηκε Λουκᾶς ἐν τέλει. ζωῆς ὕπνον πρύτανιν ὑπνοῖ Ματθαῖος. Μάρκον θανατοῖ δῆμος Ἀλεξανδρέων. καὶ μὴ θανὼν ζῇ καὶ θανὼν Ἰωάννης. σταυροῦσι Πατρεῖς ἄνδρες ὠμῶς Ἀνδρέαν. νεκροῦσι λόγχαι τὸν Θωμᾶν ἐν Ἰνδίᾳ. Βαρθολομαῖος σταυρικῷ θνῄσκει πάθει. καὶ τὸν Σίμωνα σταῦρος ἐξάγει βίου. μάχαιρα τέμνει τοὺς Ἰακώβου δρόμους. ἴσον Πέτρῳ δίδωσι Φίλιππος μόρον. 91 Εἰς τὸν στίχον Τέχνη τίς ἐστι τὸ στιχίζειν ἐντέχνως, τέχνη καλλίστη, μουσικωτάτη τέχνη, θέλγουσα καὶ τέρπουσα καὶ νοῦν καὶ φρένας καὶ τὴν ἄτεχνον ἡδύνουσα καρδίαν. Ἔχει κολάβους ἐκ λόγων ἠσκημένους, ἔχει δὲ χορδὰς εὐφυῶς κεκλωσμένας, ἔχει δὲ ῥυθμοὺς οὐκ ἀναβεβλημένους, οὐδ' αὖ χαλαρούς, ἀλλὰ συντεταγμένους, οὐ πρὸς μάχην κινοῦντας, ἀλλὰ πρὸς χάριν, πρὸς ἡδονὴν μάλιστα καὶ θυμηδίαν, ἔχει δὲ πῆχυν προσφυῶς ἐξεσμένον καὶ μαγάδα σάλπιγγος ἠχοῦσαν πλέον. Ὁ γοῦν μελουργὸς καὶ δίχα μελῳδίας σύμπασαν ἐκπλήξειε τὴν οἰκουμένην. ταύτην μετελθὼν Ὀρφικὴν κτήσῃ λύραν κηλοῦσαν ἡδύτητι καὶ λίθων φύσιν. 92 Φυγὼν Ὀδυσσεὺς τὸν μαχησμὸν Ἰλίου, πλῆθος δόλους τε Λωτοφάγων, Κικόνων, Κύκλωπος δεινὸν ὄμμα τοῦ βροτοκτόνου, τὴν Λαιστρυγόνων ὠμότητα καὶ Κίρκης τρόπους ἀδήλους καὶ μεμηχανημένους, ᾅδην τε φρικτὸν καὶ τῶν Σειρήνων φθόγγον, πέτρας τε πλαγκτὰς καὶ Χαρύβδεως στόμα, Σκύλλης τὸ δεινὸν καὶ βίαιον, ὡς ἔφη, υἱοῦ χεροῖν τέθνηκεν ἐν τῇ πατρίδι.