15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τινα τῆς ἰδίας κτήσεως ἀπεμερίσαντο τῷ ἐφευρεῖν δυναμένῳ τὸ κεκρυμμένον, οὐδέν τι πρὸς αὐ τοὺς ἐγὼ διαφέρομαι· ἀλλ' ὧν μὲν ἐπηγγείλαντο ἑτέροις παραχωρῶ, ἐγὼ δὲ προῖκα τοῖς ζητοῦσιν, εἴ γε δὴ βούλοιντο, τὴν ἐμοὶ φωραθεῖσαν τοῦ λόγου δωροῦμαι διάνοιαν. 67 πγʹ. Ἐκ τοῦ «Ἥττημαι καὶ τὴν ἧτταν ὁμολογῶ» εἰς τὸ «μὴ φαινώμεθα τῆς θαυμασίας
ἀρετῆς κακοὶ ζωγράφοι».
«Κακός» ἐστι «ζωγράφος τῆς ἀρετῆς» ὁ μὴ ἐξεικονίζων ταύτην ἐν τῇ ψυχῇ μετὰ τῶν ἰδίων χρωμάτων τε καὶ σχημάτων, ἀλλὰ μεθ' ὑποκρίσεως καὶ τοῦ τοῖς πολλοῖς ἀρέσκειν ταύτην ἀφομοιούμενος. μὴ οὖν γενώμεθα, φησὶν ὁ μέγας πατήρ, «τῆς θαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι». ἐπεὶ δὲ δύο ᾔδει ἐντεῦθεν κακὰ γινόμενα, τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον (ὁ γὰρ οὕτως ἑαυτὸν ζωγραφῶν, εἰ καὶ μάλιστα τύχοι διδασκαλικὸν ἔχων ἀξίωμα, πρῶτον μὲν ἑαυτὸν διαφθείρει, ἔπειτα καὶ τοὺς εἰς αὐτὸν ἀφ ορῶντας ὡς πρὸς παράδειγμα διαστρόφους ἐργάζεται), διὰ ταῦτα ὁ θαυ μάσιος οὗτος ἀνὴρ ἀπαγορεύει μὲν μὴ κακὸν γίνεσθαι ζωγράφον τῆς ἀρετῆς τὸν διδάσκαλον, τοῦτο μὲν καὶ διὰ τὴν οἰκείαν λώβην τε καὶ φθο ράν, τοῦτο δὲ καὶ διὰ τὴν τῶν πολλῶν πρὸς τὸ τοιοῦτον νόθον ζωγράφημα μίμησιν. «Μᾶλλον» γάρ φησι «ζωγράφων οὐ φαύλων ἴσως, τῶν δὲ πολλῶν φαῦλον ἀρχέτυπον», οὕτω πως λέγων, ἵνα τις ἐφερμηνεύοι σαφέστερον τὴν πε ρίοδον, μᾶλλον δὲ μὴ γινώμεθα φαῦλον ἀρχέτυπον τῶν πολλῶν καὶ ἀνοήτων ζωγράφων· τῶν γὰρ μὴ φαύλων ἴσως οὐκ ἂν γενοίμεθα. ᾔδει γὰρ ὁ θεολογικώτατος νοῦς ὡς οἱ ἀκριβέστεροι γραφεῖς τῶν ὑψηλῶν ἀρετῶν οὐ πρὸς διεστραμμένα πρωτότυπα βλέποντες, κατὰ δὲ ὅμοιον ζῆλον τὰς οἰκείας ἱστοροῦσι ψυχάς, ἀλλὰ πρὸς αὐτὸν τὸν κανόνα καὶ τὴν εὐθύτητα ἑαυτοὺς ἀποξέουσιν. οἱ δέ γε πολλοὶ τοῖς οἰκείοις διδασκάλοις τὰ οἰκεῖα ἤθη ἐναρμόζειν βούλονται, καὶ ὁποῖοί ποτ' ἂν ὦσιν ἐκεῖνοι, οὕτω δὴ καὶ ἑαυτοὺς προῄρηνται ζωγραφεῖν. διὰ ταῦτα, φησὶν ὁ μέγας πατήρ, μὴ γενώμεθα φαῦλον ἀρχέτυπον τῶν πολλῶν ζωγράφων καὶ χαμερπῶν· τῶν γὰρ μὴ φαύλων ἀνδρῶν οὐκ ἂν ἴσως εἰς ἀρχέτυπον κατα σταίημεν. τεχνικώτερον δὲ οἷα δὴ ῥήτωρ συνέκλεισε τὴν περίοδον. Καὶ ἄλλως. μὴ δὴ ζωγραφῶμεν κακῶς τοῖς ὑπὸ χεῖρα τὴν ἀρετήν, διδασκαλίᾳ μὲν ἐπαινετῇ συγκεραννύντες ταύτης τὰ χρώματα, βίῳ δὲ ἀπευκτῷ καὶ ἐβδελυγμένῃ πράξει ταύτην συνθολοῦντες. μὴ οὖν ἀρχέτυπον ὦμεν φαῦλον οὐ φαύλων ζωγράφων. τοῦτο ἐπὶ τῆς ἀπταίστου διδασκαλίας νοητέον, τῆς προϊείσης ἀληθῆ καὶ ἀνεπίληπτα ῥήματα, ἔργῳ δὲ χραι νούσης τὰς τῶν ἐντυγχανόντων ψυχάς.
68 Εἰς τὸ «οὔτε τοῦ πατρὸς ἐκστάντος τῆς ἀγεννησίας».
Τὰ περὶ τῶν προσώπων ἄριστα θεολογήσας ἡμῖν ὁ μέγας οὗτος πατήρ, ἑκάστῳ τε τὰς προσφυεῖς ἀκριβωσάμενος ἰδιότητας, νῦν περὶ τοῦ ἀμετα πτώτου τούτων δι' ἀκριβείας φιλοσοφεῖ. «οὔτε τοῦ πατρός» φησίν «ἐκστάν τος τῆς ἀγεννησίας, διότι γεγέννηκεν, οὔτε τοῦ υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου, οὔτε τοῦ πνεύματος εἰς πατέρα μεταπίπτοντος ἢ εἰς υἱόν, ὅτι ἐκπεπόρευται καὶ ὅτι θεός, κἂν μὴ δοκῇ τοῖς ἀθέοις». Καὶ δοκεῖ μὲν οὗτος ὁ λόγος ἁπλῶς εἰρῆσθαι· ἔστι δὲ οὐ πάνυ εὐσύν οπτος καὶ τοῖς ὀξὺ δυναμένοις ὁρᾶν· ὑποφοραὶ γὰρ ἐν ταὐτῷ καὶ λύσεις λανθανόντως