ἐχαρίσατο τοῖς γνησίοις αὐτοῦ μα θηταῖς τὸ τὸν αὐτὸν εἶναι αὐτῶν οὐ μόνον θεὸν ἀλλὰ καὶ πατέρα. φησὶ γὰρ ἀναστὰς ἐκ νεκρῶν πρὸς τὴν Μαριάμ· «μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». ἐγὼ δ' οἶμαι ὅτι τότε καὶ τῷ Ἀβρα ὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἐχαρίσατο, ἵνα μηκέτι μόνον θεὸς ᾖ αὐτῶν ὁ θεὸς ἀλλ' ἤδη καὶ πατήρ. ὁ δὲ Λουκᾶς προσέθηκε τῷ «οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν ἀλλὰ ζών των», κειμένῳ καὶ παρὰ Ματθαίῳ καὶ Μάρκῳ, τὸ «πάντες γὰρ αὐτῷ ζῶσιν». ὅπερ ἦν οὐχ ὁ τυχὼν ἔπαινος τῶν πατριαρχῶν, ἅτε τοῦ τηλικού του σωτῆρος ἡμῶν μαρτυροῦντος αὐτοῖς οὐ μόνον ὅτι ζῶσιν, ἀλλὰ καὶ ὅτι ὃ ζῶσι θεῷ ζῶσι καὶ οὐκ ἄλλῳ τινί. τοῦτο δὲ τὸ «πάντες γὰρ αὐτῷ ζῶσι» καλὸν παντὶ τρόπῳ ἀσκεῖν ἡμᾶς καὶ ἀναλαβεῖν, ἵνα πάντες μηδενὶ ἄλλῳ ἢ τῷ θεῷ ζήσωμεν ἐν Χριστῷ. τὴν δὲ ἐν βραχυλογίᾳ ἀπόδειξιν ἐκ τῶν Μωσέως γραμμάτων, τοῖς μόνα ἐκεῖνα παραδεχομένοις ὡς θεῖα περὶ τοῦ ζῆν τοὺς πατριάρχας, ἀκούσαν τες οἱ ὄχλοι ἐξεπλήσσοντο, τὴν διδαχὴν ἀποδεχόμενοι τοῦ σωτῆ ρος σοφωτάτην καὶ δυναμένην τοὺς δυσπίστως ἔχοντας ἐπιστρέψαι πρὸς αὐτόν.