150
ἵππους εὐσθενεῖς καὶ τοῦ στρατοῦ τοὺς ἀνδρειοτέρους διχῆ ὁπλίσας τοὺς μὲν προάγειν ἐκέλευσε κατὰ τοῦ Σαρβάρου, αὐτὸς δὲ σὺν τοῖς ἑτέροις ὀπίσω τούτων εἵπετο. σπεύσαντες δὲ διὰ τῆς νυκτὸς καὶ καταλαβόντες τὸ χωρίον Σαλβανῶν ὥρᾳ θʹ τῆς νυκτός, Περσῶν ἐν αὐτῷ ὄντων καὶ γνόντων τὴν ἔφοδον, οἳ καὶ διαναστάντες ὥρμησαν κατ' αὐτῶν. οἱ δὲ Ῥωμαῖοι τούτους πάντας ἀνεῖλον παρὲξ ἑνός, ὅστις τῷ Σαρβάρῳ ἐμήνυσεν. ὁ δὲ Σάρβαρος ἀναστὰς καὶ ἐπιβὰς ἵππῳ γυμνός τε καὶ ἀνυπόδητος φυγῇ τὴν σωτηρίαν ἐπορίσατο. τούτου δὲ τὰς γυναῖκας καὶ πᾶν τὸ Περσικὸν ἄνθος ἄρχοντάς τε καὶ σατράπας καὶ στρατιώτας ἐπιλέκτους καταλαβὼν ἀνελθόντας ἐν ταῖς τῶν οἴκων στέγαις καὶ πόλεμον κροτοῦντας διὰ τοῦ πυρὸς καθεῖλεν· καὶ οὓς μὲν ἔκτεινεν, οὓς δὲ πυρὶ ἀνήλωσεν, ἄλλοι δὲ χειροπέδαις ἐδεσμήθησαν καὶ μικροῦ δεῖν οὐδεὶς ἐκτὸς Σαρβάρου 312 διεσώθη. ἔλαβον δὲ καὶ τὰ ὅπλα Σαρβάρου χρυσῆν ἀσπίδα τε καὶ μάχαιραν καὶ δόρυ καὶ τὴν διάλιθον καὶ χρυσῆν ζώνην καὶ τὰ ὑποδήματα αὐτοῦ. καὶ ταῦτα πάντα λαβὼν χωρεῖ κατὰ τῶν διεσπαρμένων ἐν τοῖς χωρίοις· οἵτινες μαθόντες τὴν τοῦ Σαρβάρου φυγὴν ἀκρατῶς ἔφυγον. αὐτὸς δὲ διώξας πολλοὺς αὐτῶν ἔκτεινε καὶ δεσμίους ἔλαβεν, καὶ οἱ λοιποὶ ἐν Περσίδι μετ' αἰσχύνης ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸ ἑαυτοῦ στρατόπεδον μετὰ χαρᾶς ἐν ἐκείνοις τοῖς τόποις παρεχείμασεν. Κόσμου ἔτη ϛριϛʹ. Τῆς θείας σαρκώσεως ἔτη χιϛʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιεʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λζʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ αʹ ἐπισυνάξας ὁ βασιλεὺς Ἡράκλειος τὸ ἑαυτοῦ στράτευμα βουλὴν ἐποιεῖτο, ποίᾳ ὁδῷ πορευθῇ. δύο γὰρ ὁδοὶ αὐτῷ προέκειντο στεναί τε καὶ δύσβατοι, ἡ μὲν ἐπὶ Τάραντον φέρουσα, ἡ δὲ ἐπὶ τὴν τῶν Σύρων γῆν. καὶ ἡ μὲν ἐπὶ Τάραντον διαφορωτέρα μὲν ἦν, ἀλλ' ἀπορίαν εἶχε πασῶν τῶν τροφῶν· ἡ δὲ ἐπὶ τὴν τῶν Σύρων τὸν Ταῦρον ὑπερβαίνουσα εὐπορίαν τε καὶ δαψίλειαν τῶν τροφῶν παρεῖχεν. ταύτην συγκρίνουσι πάντες, εἰ καὶ ἀποτομωτέρα καὶ χιόνι πολλῷ κατεχομένη ὑπῆρχεν. ταύτην δὲ κόπῳ πολλῷ ὑπερβάντες ἑπτὰ ἡμέραις καταλαμβάνουσι τὸν Τίγριν ποταμόν· καὶ τοῦτον περάσαντες καταλαμβάνουσι τὴν Μαρτυρόπολιν καὶ τὴν Ἄμιδαν· καὶ διαναπαύονται ὅ τε στρατὸς καὶ ἡ αἰχμαλωσία. ἐντεῦθεν καὶ γράμματα πρὸς τὸ Βυζάντιον ὁ βασιλεὺς ἠδυνήθη 313 ἀποστεῖλαι καὶ τὰ καθ' ἑαυτὸν πάντα δηλῶσαι καὶ χαρὰν πολλὴν ἐμποιῆσαι τῇ πόλει. ὁ δὲ Σάρβαρος ἐπισυνάξας τὸν ἑαυτοῦ διασπαρέντα λαὸν ἐπῆλθε κατ' αὐτοῦ. ἐπιλεξάμενος δὲ ὁ βασιλεὺς ἴλην στρατιωτῶν ἀπέλυσε φυλάττειν τὰς πρὸς αὐτὸν ἀγούσας κλεισούρας· καὶ τὰς πρὸς ἀνατολὴν αὐτὸς ἐκδραμὼν διεξόδους ἀντιπρόσωπος ᾔει τῷ Σαρβάρῳ, καὶ περάσας τὸν Νυμφίον ποταμὸν κατέλαβε τὸν Εὐφράτην, ἐν οἷς ἦν πλεκτὴ γέφυρα ἐκ σχοίνων τε καὶ νηῶν. ὁ δὲ Σάρβαρος λύσας τὰ σχοινία τῆς γεφύρας ἀπὸ μιᾶς ὄχθης ἐπὶ τὴν ἑτέραν πᾶσαν τὴν γέφυραν μετήγαγεν. ἐλθὼν δὲ ὁ βασιλεὺς καὶ μὴ εὑρὼν περᾶσαι διὰ τῆς γεφύρας, παραδραμὼν εὗρε πόρον· καὶ ἀκινδύνως τοῦτον ἐπέρασε παραδόξως τῷ Μαρτίῳ μηνί, καὶ καταλαμβάνει τὰ Σαμόσατα· καὶ πάλιν τὸν Ταῦρον ὑπερβὰς εἰς Γερμανίκειαν ἀφίκετο, καὶ περάσας τὴν Ἄδανα ἦλθε πρὸς τὸν Σάρον ποταμόν. ὁ δὲ Σάρβαρος τὴν γέφυραν πάλιν εἰς τὸν ἴδιον τόπον ἐκτείνας τὸν Εὐφράτην ἐπέρασεν ἀνεμποδίστως καὶ ἠκολούθει ὀπίσω αὐτοῦ. ὁ δὲ βασιλεὺς περάσας τὴν γέφυραν τοῦ Σάρου καὶ εὑρὼν ἀνάπαυσιν τοῦ τε στρατοῦ καὶ τῶν ἀλόγων, ἐν αὐτῷ ἀπληκεύσας διανέπαυσεν αὐτούς· καταλαμβάνει δὲ καὶ ὁ Σάρβαρος εἰς τὸ ἀντίπερα μέρος. εὑρὼν δὲ τὴν γέφυραν καὶ τὰ ἐν αὐτῇ προπύργια ὑπὸ Ῥωμαίων κρατηθέντα ἠπλήκευσεν. ἐκτρέχοντες δὲ διὰ τῆς γεφύρας πολλοὶ τῶν Ῥωμαίων ἀτάκτως τοῖς Πέρσαις προσέβαλλον καὶ πολλὴν συγκοπὴν αὐτοῖς ἐποίουν· ὁ δὲ βασιλεὺς τούτους διεκώλυσεν ἀτάκτως παρεκθέειν, μήπως ὁδὸς γένηται τοῖς