Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
εἰς ἔρημον. οὗτος ὁ κλῆρος καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς, λέγει κύριος· ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι, κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου, μοιχεία σου καὶ χρεμετισμός σου καὶ τὰ 4.26.164.2 ἑξῆς. τοῦτο γὰρ τὸ ἄνθος τοῦ χόρτου, καὶ τὸ κατὰ σάρκα περιπατεῖν καὶ σαρκικοὺς εἶναι κατὰ τὸν ἀπόστολον, ἐν ἁμαρτίαις 4.26.164.3 ὄντας. κρεῖττον μὲν τοῦ ἀνθρώπου ὡμολόγηται ἡ ψυχή, ἧττον δὲ τὸ σῶμα. ἀλλ' οὔτε ἀγαθὸν ἡ ψυχὴ φύσει οὔτε αὖ κακὸν φύσει τὸ 4.26.164.4 σῶμα, οὐδὲ μὴν ὃ μή ἐστιν ἀγαθόν, τοῦτο εὐθέως κακόν. εἰσὶ γὰρ οὖν καὶ μεσότητές τινες καὶ προηγμένα καὶ ἀποπροηγμένα ἐν τοῖς 4.26.164.5 μέσοις. ἐχρῆν δὴ οὖν τὴν σύνθεσιν τοῦ ἀνθρώπου ἐν αἰσθητοῖς γενομένην ἐκ διαφόρων συνεστάναι, ἀλλ' οὐκ ἐξ ἐναντίων, σώματός 4.26.165.1 τε καὶ ψυχῆς. ἀεὶ τοίνυν αἱ ἀγαθαὶ πράξεις ὡς ἀμείνους τῷ κρείττονι τῷ πνευματικῷ προσάπτονται, αἱ δὲ φιλήδονοι καὶ ἁμαρτητικαὶ 4.26.165.2 τῷ ἥττονι τῷ ἁμαρτητικῷ περιτίθενται. αὐτίκα ἡ τοῦ σοφοῦ τε καὶ γνωστικοῦ ψυχή, οἷον ἐπιξενουμένη τῷ σώματι, σεμνῶς αὐτῷ καὶ τιμητικῶς προσφέρεται, οὐ προσπαθῶς, ὅσον οὐδέπω, ἐὰν ὁ 4.26.165.3 καιρὸς τῆς ἀποδημίας καλῇ, ἀπολείπουσα τὸ σκῆνος. πάροικος, φησίν, ἐν τῇ γῇ καὶ παρεπίδημος ἐγώ εἰμι μεθ' ὑμῶν. καὶ ἐντεῦθεν ξένην τὴν ἐκλογὴν τοῦ κόσμου ὁ Βασιλείδης εἴληφε λέγειν, ὡς 4.26.165.4 ἂν ὑπερκόσμιον φύσει οὖσαν. τὸ δ' οὐχ οὕτως ἔχει. ἑνὸς γὰρ τὰ 4.26.165.4 πάντα θεοῦ, καὶ οὐκ ἄν τις εἴη φύσει τοῦ κόσμου ξένος, μιᾶς μὲν τῆς οὐσίας οὔσης, ἑνὸς δὲ τοῦ θεοῦ, ἀλλ' ὁ ἐκλεκτὸς ὡς ξένος πολιτεύεται, κτητά τε καὶ ἀπόκτητα εἰδὼς πάντα. 4.26.166.1 Ὅσα δὲ τριττὰ εἶναι ἀγαθὰ οἱ Περιπατητικοὶ θέλουσι, χρῆται αὐτοῖς, ἀλλὰ καὶ τῷ σώματι, ὥς τις μακρὰν στελλόμενος ἀποδημίαν πανδοχείοις καὶ ταῖς παρ' ὁδὸν οἰκήσεσιν, ἐπιμελούμενος μὲν καὶ κοσμῶν τὸν τόπον ἔνθα καταλύει, ἀπολείπων δὲ τὴν οἴκησιν καὶ τὴν κτῆσιν καθάπερ καὶ τὴν χρῆσιν ἀπροσπαθῶς, προθύμως τῷ ἀπάγοντι τοῦ βίου συνεπόμενος, οὐδαμῶς ὀπίσω κατ' οὐδεμίαν ἀφορμὴν ἐπιστρεφόμενος, εὐχαριστήσας μὲν ἐπὶ τῇ παροικίᾳ, εὐλογῶν δὲ 4.26.166.2 ἐπὶ τῇ ἐξόδῳ, τὴν μονὴν ἀσπαζόμενος τὴν ἐν οὐρανῷ. οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους, ὡς ὁ ἀπό4.26.166.3 στολός φησιν. εὐδοκοῦμεν δὲ μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν θεόν. ἐν συγκρίσει δὲ τὸ μᾶλλον, ἡ δὲ σύγκρισις ἐπὶ τῶν καθ' ὁμοίωσιν ὑποπιπτόντων, ὡς ὁ ἀνδρειότερος 4.26.167.1 ἀνδρείων ἀνδρειότερος, δειλῶν δὲ ἀνδρειότατος. ὅθεν ἐπήγαγεν διὸ φιλοτιμούμεθα, εἴτε ἐκδημοῦντες εἴτε ἐνδημοῦντες, εὐάρεστοι εἶναι αὐτῷ, τῷ ἑνὶ δηλονότι θεῷ, οὗ τὰ πάντα ἔργον τε καὶ κτίσις, 4.26.167.2 ὅ τε κόσμος καὶ τὰ ὑπερκόσμια. ἄγαμαι τὸν Ἐπίχαρμον σαφῶς λέγοντα· εὐσεβὴς νόῳ πεφυκὼς οὐ πάθοις κ' οὐδὲν κακὸν κατθανών, ἄνω τὸ πνεῦμα διαμένει κατ' οὐρανόν· 4.26.167.3 καὶ τὸν μελοποιὸν ᾄδοντα· ψυχαὶ δ' ἀσεβῶν ὑπουράνιοι γαίᾳ πωτῶνται ἐν ἄλγεσι φονίοις ὑπὸ ζεύγλαις ἀφύκτοις κακῶν, εὐσεβῶν δὲ ἐπουράνιοι νάουσι, μολπαῖς μάκαρα μέγαν ἀείδουσ' ἐν ὕμνοις· 4.26.167.4 οὔκουν οὐρανόθεν καταπέμπεται δεῦρο ἐπὶ τὰ ἥττω ψυχή, ὁ θεὸς γὰρ ἐπὶ τὰ ἀμείνω πάντα ἐργάζεται, ἀλλ' ἡ τὸν ἄριστον ἑλομένη βίον ἐκ θεοῦ καὶ δικαιοσύνης γῆς οὐρανὸν ἀνταλλάσσεται. 4.26.168.1 Εἰκότως οὖν γνώσεως ἐπήβολος ὁ Ἰὼβ γενόμενος νῦν οἶδα εἶπεν ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. τίς γὰρ ἀπαγγέλλει μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην; ἐγὼ 4.26.168.2 δὲ ἐφαύλισα ἐμαυτὸν ἡγησάμενος ἐμαυτὸν εἶναι γῆν καὶ σποδόν. ὁ γὰρ ἐν ἀγνοίᾳ ὢν ἁμαρτητικός τέ ἐστι καὶ γῆ καὶ σποδός, ὁ δ' ἐν γνώσει καθεστώς, ἐξομοιούμενος θεῷ εἰς ὅσον δύναται, ἤδη πνευμα4.26.168.3 τικὸς καὶ διὰ τοῦτο ἐκλεκτός. ὅτι δὲ τοὺς ἀνοήτους καὶ ἀπειθεῖς γῆν καλεῖ ἡ γραφή, σαφὲς