151
χα>λεπὰ οὐκ ἂν ἦν, εἰ μὴ ἡμαρτήκει ὁ ἄνθρωπος, οὗ εἵνεκεν θάνατος παρεισῆλθεν· <ἀναμαρτήτου> γὰρ ὄντος τοῦ ἀνθρώπου οὐχ ἑρπετῶν ὁ ἰὸς εἰργάζετο, οὐ τῶν κακῶν βοτανῶν αἱ ἐνέρ<γειαι>, οὐ δαιμόνων ὀχλήσεις ἐγίνοντο οὐδὲ ἄλλο τι πάθος αὐτῷ προσεῖναι φύσιν εἶχε· δι' ἁμαρτίαν δὲ ἐκπεσὼν τοῦ ἀθάνατος εἶναι, ὡς ἔφην, παντὸς πάθους γέγονε δεκτικός. εἰ δὲ ἐρεῖς· ∆ιὰ τί οὖν κατ' ἀρχὰς ἐγένετο ἡ ἀνθρωπεία φύσις θανάτου δεκτική; φημί σοι· ∆ιὰ τὸ αὐτεξούσιον. εἰ γὰρ οὐκ ἦμεν θανάτου δεκτικοί, ἐπὶ αὐτεξουσίῳ ἁμαρτήματι τιμωρεῖσθαι ὡς ἀθάνατοι οὐκ ἐδυ- νάμεθα καὶ οὕτως διὰ τὸ ἀπαθὲς πλεῖόν τι κἂν τῇ προαιρέσει ἦμεν κακοί, ἢ καὶ δικαιοσύνη ἐξησθένει, τῶν κακὰς ἐχόντων προαιρέσεις αἰτίᾳ ἀπα- θείας τιμωρηθῆναι μὴ δυναμένων. καὶ ὁ Σίμων πρὸς ταῦτα ἔφη· Περὶ πονηροῦ τί ἔτι ἔχω ἕτερον λέγειν ἢ ὅτι ἐξ οὐκ ὄντων αὐτὸν ἐποίησεν ὁ θεός, καὶ κατὰ τοῦτο κακὸς ὁ ποιήσας, ὃς τὸ μὴ Χν ἐποίησεν εἶναι, καὶ ταῦτα δυνά- μενος αὐτὸν ἀγαθὸν ποιῆσαι τῷ τὸν γενόμενον μηδὲ πρὸς κακίας προαίρεσιν ἰδίαν κεκτῆσθαι φύσιν; καὶ ὁ Πέτρος· Τὸ ἐξ οὐκ ὄντων αὐτὸν ποιῆσαι προαί- ρεσιν ἔχοντα ὅμοιόν ἐστιν ᾧ προειρήκαμεν λόγῳ ὅτι πρὸς τὸ χαίρειν αὐτὸν κακοῖς τὴν κρᾶσιν ποιήσας αὐτὸς αἴτιος φαίνεται τοῦ γενομένου. μιᾶς οὖν οὔσης τῆς ἀμφοτέρων ἐπιλύσεως τὸ διὰ τί χαίρειν αὐτὸν ἐπ' ὀλέθρου κακῶν ἐποίησεν ὕστερον ἐροῦμεν. καὶ ὁ Σίμων· Eἰ αὐτεξου- σίους ἐποίησε καὶ τοὺς ἀγγέλους, ὁ δὲ πονηρὸς ἀπέστη τοῦ δίκαιος εἶναι, καὶ διὰ τοῦτο ἀρχῇ τετίμηται, ὁ τιμήσας δι' οὗ τετίμηκεν ὡς κακοῖς χαίρων φαίνεται. καὶ ὁ Πέτρος· Eἰ ἀποστάντα αὐτὸν ὁ θεὸς ἄρχειν τῶν ὁμοίων κατέστησε, νόμῳ τὴν τιμωρίαν ἐπάγειν τοῖς ἁμαρτάνουσι κελεύ- σας αὐτῷ, οὐκ ἄδικός ἐστιν. εἰ δὲ ὅτι ἀποστάντα τετίμηκε, τὸ χρήσιμον ὁ τιμήσας προεῖδεν, ὅτι καὶ ἡ τιμὴ πρόσκαιρος καὶ ὅτι δίκαιον τοὺς κα- κοὺς ὑπὸ κακοῦ ἄρχεσθαι καὶ ἁμαρτάνοντας ὑπ' αὐτοῦ τιμωρεῖσθαι. καὶ ὁ Σίμων· Μήτι ἀεὶ ὢν καὶ οὕτως ἀναιρεῖται τὰ τῆς μοναρχίας, συναρ- χούσης καὶ ἑτέρας τῆς κατὰ τὴν ὕλην δυνάμεως; καὶ ὁ Πέτρος· Eἰ διά- φοροί εἰσι ταῖς οὐσίαις, διάφοροί εἰσι καὶ ταῖς δυνάμεσι, καὶ ὁ κρείττων ἄρχει τοῦ ἥττονος· εἰ δὲ τῆς αὐτῆς εἰσιν οὐσίας, τότε ἰσοδύναμοι τυγχά- νουσι καὶ ὁμοίως ἀγαθοὶ ἢ κακοί. ὅτι δὲ οὔκ εἰσιν ἰσοδύναμοι, φαίνονται· ὑπὸ γὰρ τοῦ δημιουργοῦ ἡ ὕλη εἰς οἷον ἠθέλησε κόσμου ἠνέχθη σχῆμα καὶ μήτιγε ἔστιν εἰπεῖν ὅτι ἀεὶ ἦν οὐσία οὖσα, οὐχ ὕλη ὡς θεοῦ ταμεῖον. οὐ γὰρ ἔστιν εἰπεῖν· Ἠν <ποτε,> ὅτε ἀκτήμων ἦν ὁ θεός, ἀλλὰ ἀεὶ ἦν μόνος ἄρχων αὐτῆς. διὸ καὶ ἀίδιος μο<νάρχης> καὶ ἐπὶ ταύτῃ τῇ ὑποθέσει καλῶς ἂν λέγοιτο <ἀιδίου> ὄντος καὶ τοῦ ἄρχοντος καὶ τοῦ <ἀρχομέν>ου. καὶ ὁ Σίμων ἔφη· Τί οὖν; <εἰ> ἑαυτὸν ἐποίησεν ὁ πονηρός; καὶ οὕτως ἀγαθὸς ὁ θεός, ὅτι εἰδὼς αὐτὸν ἐπὶ κακῷ ἐσόμενον, γινόμενον αὐτὸν οὐκ ἀνεῖλεν ὅτε ὡς ἀτελὴς ἀναιρεθῆναι δυνατὸς ἦν; εἰ γὰρ ἐξαίφνης συμβέβηκε καὶ ταῦτα τέλειος, [καὶ ταῦτα τέλειος] καὶ διὰ ταῦτα προσπολεμεῖ τῷ δη- μιουργῷ ὡς ἐξαίφνης ἰσοδύναμος αὐτῷ γεγονώς. καὶ ὁ Πέτρος· Ἀδύνατα λέγεις· καὶ γὰρ κατ' ὀλίγον γινόμενον αὐτὸν ὡς ἐχθρὸν ὑπ' αὐτοῦ προαιρέ- σει ἀνελεῖν ἠδύνατο. καὶ προγινώσκων γίνεσθαι αὐτὸν οὐ καλόν, <οὐκ ἂν> συνεχώρει, εἰ μὴ πρὸς τὸ αὐτῷ χρήσιμον γινόμενον ἠπίστατο. καὶ τέλειος