1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

151

ἑστάναι καὶ προσεύχεσθαι διὰ τὸ τὸν ἐγειρόμενον ὄρθιον εἶναι· καὶ αὐτὸς οὖν συναποθανὼν τῷ Χριστῷ καὶ συνεγερ θεὶς ἕστηκεν. Προσευχέσθω δὲ κατὰ ἀνατολάς· καὶ γὰρ καὶ τοῦτο γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων, ὅτι μετὰ τὸ συντελεσθῆναι τὸν ναὸν τοῦ Κυρίου ὑπὸ τοῦ βασιλέως Σολομῶνος ἐν αὐτῷ τῷ ἐγκαινισμῷ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ ψαλτῳδοὶ μετὰ κυμβάλων καὶ ψαλτηρίων εἱστήκεισαν κατὰ ἀνατολάς, αἰνοῦντες καὶ ἐξομολογούμενοι καὶ λέγοντες· «Aἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ». Προσευχέσθω δὲ ταῦτα μετὰ τὴν προτέραν εὐχὴν λέγων· Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Χριστοῦ σου τοῦ μονογενοῦς Υἱοῦ σου, δός μοι σῶμα ἄσπιλον, καρδίαν καθα ράν, νοῦν ἐγρήγορον, γνῶσιν ἀπλανῆ, Πνεύματος ἁγίου ἐπι φοίτησιν πρὸς κτῆσιν καὶ πληροφορίαν τῆς ἀληθείας διὰ τοῦ Χριστοῦ σου, δι' οὗ σοι δόξα ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Ταῦτα καὶ περὶ τῶν κατηχουμένων δίκαιον ἡγησά μεθα διατάξασθαι. Περὶ δὲ τῶν ὑφ' ἡμῶν χειροτονηθέντων ἐπισκόπων ἐν τῇ ζωῇ τῇ ἡμετέρᾳ γνωρίζομεν ὑμῖν, ὅτι εἰσὶν οὗτοι. Ἱεροσολύμων μὲν Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός, οὗ τελευτήσαντος δεύτερος Συμεὼν ὁ τοῦ Κλωπᾶ, μεθ' ὃν τρίτος Ἰούδας Ἰακώβου. Καισαρείας δὲ τῆς Παλαιστίνης πρό τερον μὲν Ζακχαῖος ὅ ποτε τελώνης, μεθ' ὃν Κορνήλιος καὶ τρίτος Θεόφιλος. Ἀντιοχείας δὲ Eὐόδιος μὲν ὑπ' ἐμοῦ Πέτρου, Ἰγνάτιος δὲ ὑπὸ Παύλου. Τῆς δὲ Ἀλεξανδρέων Ἀννιανὸς πρῶτος ὑπὸ Μάρκου τοῦ εὐαγγελιστοῦ κεχειρο τόνηται, δεύτερος δὲ Ἀβίλιος ὑπὸ Λουκᾶ καὶ αὐτοῦ εὐαγγε λιστοῦ. Τῆς δὲ Ῥωμαίων Ἐκκλησίας Λῖνος μὲν ὁ Κλαυδίας πρῶτος ὑπὸ Παύλου, Κλήμης δὲ μετὰ τὸν Λίνου θάνατον ὑπ' ἐμοῦ Πέτρου δεύτερος κεχειροτόνηται. Τῆς δὲ Ἐφέσου Τιμόθεος μὲν ὑπὸ Παύλου, Ἰωάννης δὲ ὑπ' ἐμοῦ Ἰωάννου. Σμύρνης δὲ Ἀρίστων πρῶτος, μεθ' ὃν Στραταίας ὁ Λώϊδος καὶ τρίτος Ἀρίστων. Περγάμου δὲ Γάϊος καὶ Φιλαδελφείας ∆ημήτριος ὑπ' ἐμοῦ. Ὑπὸ δὲ Παύλου Λούκιος Κεγχρεῶν καὶ τῆς Κρήτης Τίτος. ∆ιονύσιος δὲ ἐν Ἀθήναις, τῆς δὲ ἐν Φοινίκῃ Τριπόλεως Μαρθόνης. Τῆς δὲ ἐν Φρυγίᾳ Λαοδικείας Ἄρχιππος, Κολασσαέων δὲ Φιλήμων. Βεροίας δὲ τῆς κατὰ Μακε δονίαν Ὀνήσιμος ὁ Φιλήμονος, Κρήσκης δὲ τῶν κατὰ Γαλατίαν Ἐκκλησιῶν. Ἀκύλας δὲ καὶ Νικήτης τῶν