Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
δηλονότι θανάτου. Καὶ ποῖος ἄρα ἐστὶν ὁ τῆς λυτρώσεως τρόπος; Ἡ ἐν Χριστῷ δικαίωσις, ἡ διὰ πίστεως σωτηρία, τῶν πλημμελη μάτων ἡ ἄφεσις ἡ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὕτως ἐλυτρώσατό ποτε τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν σκιαῖς καὶ τύποις προκαταγράφων ἡμῖν τοῦ Χριστοῦ τὸ μυστή ριον, καὶ τὸ τοῖς ἀγγέλοις ἄγνωστον. Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. (A f. 348 b) Καὶ ὁ Σωτὴρ δὲ ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα. Εἰ δέ τις ἐπαπορήσοι πῶς τοσαῦτα δεηθεὶς ὁ Χριστὸς, οὐκ ἐξέφυγε τοὺς πειρασμοὺς, ἀκουσάτω ὅτι ηὔχετο μὲν ὡς ἄνθρωπος μὴ εἰσελθεῖν εἰς πειρασμὸν, ἐπεὶ δὲ συνέφερε παθεῖν αὐτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν, κατεδέξατο τὰ πάθη, προελόμενος τὸ θεῖον θέλημα παρὰ τὸ ἀνθρώπινον. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου. (A f. 349) Καὶ ὁ Σωτὴρ δὲ πρὸς τὸν Πατέρα, Οἶδας, φησὶ, τὸν ὀνειδισμὸν ὃν ὑπὲρ τοῦ σοῦ ὠνειδίσθην ὀνό ματος, τὴν αἰσχύνην ἣν ὑπὲρ ἀληθείας ἀνέτλην τῆς σῆς, τὴν ἐντροπὴν ἣν ὑπὲρ τῆς δόξης ὑπέσχον τῆς σῆς. Οἱ γὰρ θλίβοντές με, οἱ κολαφίζοντες, οἱ σταυ ροῦντες, ἐνώπιον πάντα δρῶσι τῶν σῶν ὀφθαλμῶν. Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ τα λαιπωρίαν. (A f. 349, B f. 289 b) Ἐντεῦθεν καὶ ὁ Χριστὸς τὸ πάθος διηγεῖται, ὃ καὶ σαφῶς ἡμῖν οἱ εὐαγγελισταὶ διηγήσαντο. Οὐχ ὑπῆρχε δὲ ὁ συλλυπούμενος καὶ ὁ παρακαλῶν, διὰ τὸ καὶ τοὺς μαθητὰς ἄλλον ἀλλαχοῦ φυγεῖν. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. (A f. 349, B f. 289 b, E f. 133 b, H f. 177, Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν, πικρὰν καὶ ἀνιαρὰν κατεσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ' ὀδύνης ἐσθίουσι καὶ ἡ ἡδίστη τροφή. Ἐπισημαίνονται δὲ καὶ οἱ μακάριοι εὐαγγελισταὶ, ὅτι δεδιψηκότι τῷ Χριστῷ, κατὰ τὸν τοῦ σταυροῦ καιρὸν, καὶ πιεῖν αἰτήσαντι προσεκόμισαν "ὄξος χολῇ συμμιγέν· καὶ γευσάμενος, φησὶν, οὐκ ἤθελεν πιεῖν·" ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ ψαλμικὴ αὕτη. 69.1172 Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα. (A f. 349. Κυρίλλου καὶ Θεοδωρήτου.) Οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευεν· "Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν αὐτῶν εἰς παγίδα καὶ εἰς τιμωρίαν·" ὥστε συλληφθῆναι ἐντεῦθεν καὶ τὰ συμβησόμενα τοῖς Ἰουδαίοις μετὰ τὸ πάθος κατασημαίνειν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τὰ παραπλήσια ὑπομείνειαν, ὧν πεῖ ράν με λαβεῖν παρεσκεύασαν. Οὐαὶ γὰρ τῷ ἀνόμῳ, ὅτι πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέ πειν. (A f. 349 b, B f. 20, II f. 178. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν πειρασμῶν, ἵνα, μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες ἔλλαμψιν, Ἰουδαῖοι κακοὶ κακῶς ἀπόλωνται, διὰ τὰς σφῶν ἀπονοίας καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. Πῶς δὲ καὶ Ἰουδαῖοι οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης ἥλιον; Οἳ ἐπειδὴ σταυρῷ παρέδωκαν τὸν τῶν ὅλων Κύριον, ἔδυ μὲν αὐτοῖς ὁ ἥλιος, συνεσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, σημεῖον ἐναργὲς τοῦ κατεσκοτίσθαι καὶ νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ὀφθαλμοὺς ἔχον τες οὐ βλέπουσι, διὰ τὸ παραιτήσασθαι τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἑκουσίως μῦσαι τοὺς ὀφθαλμοὺς τῆς καρ δίας. Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. (A f. 349 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ τὰς ὀσφύας αὐτῶν διαπαντὸς ἐξάρθρωσον· δουλείαν τῶν Βαβυλωνίων καταψήφισαι, ∆έσποτα, ἵνα οἷς ποιοῦσι περιπέσωσιν εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. Ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. (A f. 350) Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπί πονον ἐκάλεσε τιμωρίαν. Καὶ ἐπὶ τοὺς σταυρωτὰς δὲ ὁ θυμὸς τῆς θείας ὀργῆς, οὐ μερικῶς ὡς πολλάκις, ἀλλὰ τελέως ἐξεκενώθη, καὶ κατέλαβεν αὐτοὺς πᾶν εἶδος τιμωρίας. Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν. (A f. 350. Κυρίλλου καὶ Θεοδωρήτου.) Σὺ μὲν, φησὶ, δίκας με τῆς παροινίας εἰσπραττόμενος, οἶόν τισι δημίοις παρέδωκας τοῖς Βαβυλωνίοις· οὗτοι δὲ πλείοσί με ἢ προσέταξαν κακοῖς περιέβαλον, καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν