μέλλων δεύτερος 3.573 χαδῶ, ἐξ οὗ χαδεῖν καὶ χαδέειν τὸ χωρῆσαι κατὰ ποιητάς. Τὸ δὲ «στείνοντο» δίδωσι νοεῖν, ὡς δυνατὸν στεῖνος εἰπεῖν καὶ τὸ ἁπλῶς στενοχώρημα, καθὰ ἐρρέθη στεῖνος καὶ τὸ μέσον τῆς τάφρου καὶ τοῦ τείχους. (ῃ. 35) Τὸ δὲ «ἔπλησαν στόμα ἠϊόνος» πάνυ ἀστείως εἴρηται κατὰ μεταφορὰν ζωϊκοῦ στόματος, ὃ τοῖς ἐντιθεμένοις βύεται. [∆ῆλον δ' ὅτι ᾧ λόγῳ στόματα λέγεται ποταμῶν, ἔνθα ἐκεῖνοι εἰς θάλασσαν ἐρεύγονται, οὕτω καὶ στόμα θαλάσσης, ἔνθα ἐκείνη ἀποπτύει συνήθως ἄχνην. καί πως ἀλλήλας αἱ λέξεις αὗται συγκροτοῦσι πρὸς ἀσφάλειαν. στόματος γὰρ τὸ ἐξερεύγεσθαι καὶ τὸ ἀποπτύειν. Ὅτι δὲ τὸ στόμα μακρὸν ἔχει τι κάλλους κατὰ τὸ «ἦλθε θέων», καὶ τὸ «βοὴ ἦν» καὶ τὰ τοιαῦτα, οὐδ' αὐτὸ τοῖς περὶ λόγους ἄδηλον.] (ῃ. 36) Τὸ δὲ «ξυνεέργαθον», καὶ ὅλως εἰπεῖν, τὸ ξυνεεργάθειν ἀνάπαλιν ἔχει πρὸς τὸ ἀποεργάθειν, ὅπερ ἐν τῇ λʹ ῥαψῳδίᾳ κεῖται. (ῃ. 28) Ἰστέον δὲ καὶ ὅτι τὸ βεβλῆσθαι τοὺς ῥηθέντας βασιλεῖς, ὡς καὶ ἀλλαχοῦ προπαρεσημειώθη, οὐ κατὰ κυριολεξίαν ἐρρέθη, ἀλλ' ἁπλῶς ἀντὶ τοῦ παθεῖν ἕλκος. κατὰ γὰρ τὸ κύριον τῆς λέξεως ∆ιομήδης μὲν βέβληται ὀϊστῷ ὑπὸ Πάριδος, Ὀδυσσεὺς δὲ οὔτασται ὑπὸ Σώκου, τὸν δὲ βασιλέα ἔνυξε κατὰ χεῖρα ὁ Κόων. κατεχρήσατο οὖν τῇ λέξει τοῦ βεβλῆσθαι, ἢ καὶ γενικῶς αὐτὸ εἶπεν, ὡς τοῦ βάλλεσθαι κατὰ ἔννοιαν γενικὴν ἐπὶ παντὸς ἕλκους δυναμένου λέγεσθαι. οὕτω γὰρ καὶ μετ' ὀλίγα ὁ Νέστωρ ἐρεῖ «οὐ γάρ πως βεβλημένον ἔστι μάχεσθαι», ἤγουν ἕλκος ἔχοντα. Τινῶν δέ γε εἰπόντων σχῆμα καὶ τοῦτο εἶναι συλλήψεως, ὡς τῷ βεβλημένῳ ∆ιομήδει συλλαμβανομένων τῶν οὐτασμένων δύο βασιλέων, οὐκ ἀρέσκονται οἱ ἀκριβέστεροι ὡς ἐν τῇ νʹ ῥαψῳδίᾳ εἴρηται. διὸ μᾶλλον κάλλιον ὁ ∆ιομήδης μετ' ὀλίγα φησὶν «ἴομεν εἰς πόλεμον οὐτάμενοί περ», συμπεριλαμβάνων ἕνα ἑαυτὸν τοῖς δυσὶν οὐταμένοις. (ῃ. 37) Ὅτι τὸ «βασιλεῖς ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο» ἀντὶ 3.574 τοῦ ὀπτικῶς ἔχοντες. Φασὶ γὰρ οἱ παλαιοί, ὡς τὰ τοιαῦτα ῥήματα ἔφεσίν τινα δηλοῦσι καὶ τὸ ἐπιθυμητικῶς τινὸς ἔχειν. ὅθεν καὶ βρωσείω τὸ βρωτικῶς, φασίν, ἔχω, καὶ κακκείοντες οἱ κοιμητικῶς ἔχοντες. Σημειοῦνται δὲ καί, ὡς οἱ τοιοῦτοι ἐνεστῶτες οὐ προχωροῦσιν εἰς μέλλοντας. Πτολεμαῖος δὲ ὁ ἐπίκλην ἐπίθετος, οὐκ ἀποδεχόμενος τὸ ὀψείοντες, ἔγραφεν «οὐ ψαύοντες πολέμοιο», καὶ ἀρέσκει τοῖς παλαιοῖς ἔχειν λόγον καὶ τὴν τοιαύτην γραφήν. [Τὸ δὲ «ἀϋτῆς» καὶ τὸ «πολέμοιο», συνήθως παραλληλισθέντα, τὴν αὐτὴν σημασίαν ἔχουσιν. ἄλλως γὰρ οὐκ ἔστιν ἀϋτήν, ἤγουν βοήν, ὅπερ ἐστὶ φωνήν, ὄψεσθαι-ἀκουστὴ γὰρ ἡ φωνή-οὐδὲ μὴν κατὰ τὴν Πτολεμαίου γραφὴν ψαῦσαι τοιαύτης ἀϋτῆς ἔστιν.] (ῃ. 38 ς.) Ὅτι κατ' ἀνάγκην οἱ ῥηθέντες τρεῖς βασιλεῖς «ἔγχει ἐρειδόμενοι ἔκιον ἀθρόοι· ἄχνυτο δέ σφι θυμὸς ἐνὶ στήθεσσι», διὰ τό, ὡς ἐρρέθη, βεβλῆσθαι. Τὸ δὲ «ἀθρόοι» δασύνει Ἀρίσταρχος, καὶ εἴρηται περὶ τούτου ἐν τῇ τῆς Ὀδυσσείας ἀρχῇ. Σημείωσαι δὲ ὡς διὰ τὸ ἀθρόοι ἔφη τὸ ἔγχει ἑνικῶς, ἀθρόα, ὡς εἰπεῖν, συνεκφωνήσας καὶ τὰ τῶν τριῶν ἔγχεα τῷ ἑνί. ἄλλως δέ γε νοητέον, ὅτι ἐρειδόμενοι ἕκαστος τῷ οἰκείῳ ἔγχει. Ὅτι κατὰ τὸ Ἡσιόδειον τὸ «τὰ δὲ λείψεται ἄλγεα λυγρά», ἤγουν τὰ δὲ ἄλγεα ἐναπολειφθήσονται, οὕτω κἀνταῦθα καθ' ὑπέρβασιν τὸ «ὃ δὲ ξύμβλητο γεραιός», ὅπερ ἐστίν· ὁ δὲ γεραιὸς συνήντησε τοῖς βασιλεῦσι, δηλαδὴ ὁ Νέστωρ. (ῃ. 40) Ὅτι οὕτω σχέτλιος ὁ Νέστωρ, ὥς που ἐγράφη, καὶ ἀμήχανος καὶ γήραϊ λυγρῷ οὐκ ἐπιτρέπων καὶ πόνου οὔποτε λήγων, ὥστε οἱ βασιλεῖς ἰδόντες αὐτὸν ἐπ' αὐτοὺς ἥκοντα ἐθαύμασαν, εἰ καὶ αὐτὸς τὸν πόλεμον ἔλιπε, «πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν», τουτέστιν ἐθρόησεν, ἐξεφόβησεν, ἢ ὡς ὁ Σιδώ 3.575 νιος καὶ ὁ Ζηνόδοτος γράφει «πῆξε», τουτέστι πεπηγέναι οἷον τῷ δέει ἐποίησε. (ῃ. 44-7) ∆ιὸ καθὰ ὁ Πολυδάμας πρὸ μικροῦ δεδιέναι εἶπε, μὴ σήμερον τὸ χθιζὸν Ἕλληνες ἀποστήσωνται χρέος, οὕτω κἀνταῦθα ὁ βασιλεὺς «δείδω», φησί, «μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, ὥς ποτ' ἐπηπείλησ' ἐνὶ Τρώεσσ' ἀγορεύων μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι, πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς», τοὺς ἐν ταῖς ναυσὶ δηλαδή, συννοουμένους πάντως αὐταῖς, εἰ καὶ ὁ