151
ἐν Ῥώμῃ γενομένης εὑρέθησαν μυριάδες κςʹ. Καρία καὶ Ῥόδος ἐσείσθησαν, ὡς καὶ τὸν μέγαν κολοσσὸν καταπεσεῖν. Ῥωμαῖοι διαφόρους παροικίας ἐξέπεμψαν. Οἱ Βιθυνῶν βασιλεῖς ηʹ κατὰ ∆ιονύσιον ἔνθεν ἤρξαντο, διαρκέσαντες ἔτη σιγʹ.
ΚΟΣΜΟΥ ΕΤΗ Ἰουδαίων ιβʹ ἀρχιεράτευσε Σίμων υἱὸς Ὀνείου ἔτη κʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος εσπβʹ. Ἰουδαίων ιγʹ ἀρχιεράτευσεν Ἰησοῦς ὁ τοῦ Σιράχ, ὁ τὴν σοφίαν γράψας τὴν καλουμένην Πανάρετον, ἐν ᾗ μέμνηται καὶ Ὀνείου τοῦ πρὸ αὐτοῦ, ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετβʹ. 334 Ἰουδαίων ιδʹ ἀρχιεράτευσεν Ὀνείας υἱὸς Σίμωνος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετηʹ. Κατὰ Ἀφρικανὸν ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ κτιστοῦ χρόνων ὑποδύντες Ἰουδαῖοι τῇ Μακεδόνων ἀρχῇ ποτὲ μὲν Πτολεμαίοις, ποτὲ δὲ τοῖς Ἀντιόχοις ἐτέλουν ὑπόφοροι, ἕως Ὀνείου τοῦ ἀρχιερέως ἀντὶ βασιλέων ὑπὸ τῶν ἀρχιερέων διεπόμενοι τὰ πολλὰ μετ' εἰρήνης. ἐπὶ δὲ τοῦ ιδʹ Ὀνείου τοῦδε Σίμων τις προστάτης τοῦ ἐν Ἱεροσολύμοις ναοῦ προσφεύγει Ἀπολλωνίῳ στρατηγῷ Φοινίκης, τὴν ἀρχιερωσύνην ἑαυτῷ περιποιούμενος καὶ τὰ τοῦ ἱεροῦ χρήματα προδίδειν ὑπισχνούμενος· ἅτινα μαθὼν ὁ Σέλευκος διὰ τοῦ Ἀπολλωνίου πέμπει Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων, ὃς θείαις μάστιξι παιδευθεὶς κενὸς ἐπανῆλθεν· Ὀνείας δὲ ὁ ἀρχιερεὺς διαπράττεται φυγαδευθῆναι τὸν Σίμωνα. καὶ ἐν τούτοις θνήσκει Σέλευκος ὁ καὶ Φιλο πάτωρ βασιλεύσας ἔτη ιβʹ, μεθ' ὃν Ἀντίοχος ὁ Ἐπιφανὴς ἀδελφὸς τοῦ αὐτοῦ Σελεύκου, υἱὸς δὲ Ἀντιόχου τοῦ μεγάλου, ὃς καὶ ἦν ὁμηρεύων ἐν Ῥώμῃ. βασιλεύει δὲ Συρίας ἔτη ιαʹ. Τούτῳ Ἰάσων ἀδελφὸς Ὀνείου τξʹ τάλαντα ὑπέσχετο εἰ τὴν ἀρχιερωσύνην λάβοι, καὶ ξʹ ἄλλα προσόδου, καὶ ἕτερα ρʹ, εἰ τοὺς Ἰουδαίους πρὸς ἑλληνισμὸν μεταγάγοι. ἐφ' οἷς τὸν μὲν Ὀνείαν ἐξέωσε τῆς ἱερωσύνης ὁ Ἀντίοχος, Ἰάσωνι δὲ ταύτην παρέσχεν. ὡς γυμνάσιον ἐφήβων καταστήσας, ἀγῶνος ἐν Τύρῳ πενταετηρικοῦ ἀχθέντος θεωροὺς ἔπεμψεν Ἰάσων καὶ δραχμὰς γ εἰς θυσίαν τοῦ Ἡρακλέους. καὶ τὸν βασιλέα Ἀντίοχον εἰς Ἱερουσαλὴμ ἐλθόντα μεγαλοπρεπῶς ὑπεδέξατο, χρήματά τε ἄλλα διὰ Με νελάου τοῦ ἀδελφοῦ Σίμωνος ἔπεμψεν. ὁ δὲ Μενέλαος τʹ ταλάντοις ὑπερ βαλλόμενος τὸν Ἰάσωνα τῆς ἱερωσύνης ἐπέβη. ἀλλ' Ἰάσων μὲν διὰ ταῦτα εἰς τὴν Ἀμανῖτιν ἔφυγε, Μενέλαος δὲ μὴ ὑπαντῶν διὰ πλήθους τὰ ὑπο σχεθέντα δοῦναι τῷ Ἀντιόχῳ ἐξώσθη τῆς ἀρχιερωσύνης, Λυσίμαχός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ διαδέχεται αὐτόν· Ὀνείας δὲ ὁ πρὸ τούτων ἀρχιερεὺς 335 ἔννομος καὶ ἄριστος ἐν ἀνθρώποις κατὰ τὴν ∆άφνην ἀποχωρήσας κατηγο ρῶν Μενελάου ἀναιρεῖται ὑπὸ Ἀνδρονίκου δώροις πεισθέντος καὶ ἱεροσυ λίαις τοῦ Μενελάου, ὃν Ἀντίοχος ἐπανελθὼν ἐκ Κιλικίας καὶ σφόδρα λυ πηθεὶς ἐπὶ τῷ φόνῳ Ὀνείου καθεῖλε τῆς τιμῆς. Ἑβραίων ἀρχιεράτευσε ιεʹ Ἰάσων ἀδελφὸς Ὀνείου ἀρχιερέως. ἀνιέρως διὰ χρημάτων ἐκράτησε τῆς ἀρχιερωσύνης, ἐκβαλὼν τὸν ἴδιον ἀδελφὸν Ὀνείαν, καὶ αὐτὸς ἐκβληθεὶς ὑπὸ Μενελάου μετὰ γʹ ἔτη διὰ χρημάτων ὁμοίως. τοῦ δὲ κόσμου ἦν ἔτος ετιεʹ. Μετὰ τὴν ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν Περσῶν τῷ ζʹ τῆς αὐτοῦ βασι λείας ἤτοι πρώτῳ τῆς Ἑλλήνων βασιλείας ἔτει (Ἕλληνας γὰρ καὶ Μακεδόνας κατὰ τὴν τῶν Μακκαβαίων γραφὴν τοὺς αὐτοὺς μεμαθήκαμεν), ἐξ ὧν ἥ τε κατὰ τὴν Μακεδονίαν μετὰ θάνατον Ἀλεξάνδρου διαιρεθεῖσα ἀρχὴ εἰς ἀρχάς, τήν τε κατ' Αἴγυπτον τῶν Πτολεμαίων καὶ Ἀντιόχειαν τῶν Ἀντιόχων καὶ τὰς λοιπάς, ὡς ἐκεῖ δεδήλωται, καὶ αὐτὴν τὴν Μακεδο νίαν, ὑποχείριον ἔσχε τὸ τῶν Ἰουδαίων ἔθνος, ποτὲ μὲν ὑπὸ τοὺς Πτολε μαίους, ποτὲ δὲ ὑπὸ τοὺς Ἀντιόχους, μέσον ἐχόντων τῶν δύο τούτων ἀρχῶν τὴν κατοίκησιν τῆς ὑπὸ θεοῦ κεκληροδοτημένης χώρας, εἰρήνης τε ἀπ ήλαυον ὡς τὰ πολλὰ ἐπὶ ἔτη ρλζʹ ἕως Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καὶ διεπομένων ὑπὸ τῶν ἀρχιερέων ἀντὶ βασιλέων. Πρὸ βραχέως γοῦν τῆς τοῦ Ἐπιφανοῦς Ἀντιόχου βασιλείας, Σελεύκου τοῦ ἀδελφοῦ αὐτοῦ βασιλεύοντος, Ὀνείου δὲ ἀρχιερατεύοντος τῶν Ἰουδαίων ἀνδρὸς ἀρίστου καὶ