151
δυνατὴ καὶ ἐκ τῶν παρακειμένων αὐτῇ φρουρίων τινὰ ὄντων ὑπηκόων Τριβαλοῖς, εἷλεν ἐξ ἐφόδου· τῶν τε ἑσπερίων ἑτέρων πόλεων προνοησάμενος, αὖθις εἰς ∆ιδυμότειχον ἐπανῆκε. Μιχαὴλ δ' ὁ τῶν Μυσῶν βασιλεὺς ἔκ τινων διαφορῶν πρὸς Κράλην τὸν Τριβαλῶν ἄρχοντα ἐκπολεμωθεὶς, παρεσκευάζετο ὡς αὐτῷ ἐπιστρατεύσων. εἰδὼς δὲ καὶ βασιλέα πολέμιον αὐτῷ ὄντα, πέμψας πρεσβείαν πρὸς αὐτὸν, ἐδεῖτο αὐτοῦ ἐπιθέσθαι Κράλῃ, ὡς ὑπ' ἀμφοτέρων ῥᾳδίως ἐκτριβησομένῳ. ἐπεὶ δὲ ἐδόκει καὶ βασιλεῖ καιρὸν εἶναι δίκας παρὰ Τριβαλῶν λαβεῖν ὧν ἠδίκησαν Ῥωμαίους, Μιχαὴλ μὲν ὑπέσχετο τὴν ἐκστρατείαν, προσθεὶς ὡς εἰ μὴ παρεκάλει καὶ αὐτὸς, ἀλλ' αὐτὸς διενοεῖτο στρατιᾷ ἐπὶ Τριβαλοὺς ἐλθεῖν ὡς τὰ μέγιστα ἠδικημένος ὑπ' αὐτῶν· αὐτὸς δὲ ἀθροίσας τὴν στρατιὰν καὶ πάντα ἐκπορισάμενος ὧν ἐδεῖτο, διὰ Πελαγονίας ἐσέβαλεν ἐς τὴν γῆν τῶν Τριβαλῶν καὶ ἔτεμέ τινα αὐτῆς. καὶ Βουτζοῦνιν μέν τι φρούριον προσαγορευόμενον εἷλεν ἐξ ἐφόδου, ∆εύριτζαν δὲ καὶ ∆ουβροῦνιν καὶ Καβαλλάριον καὶ Σιδηρόκαστρον, φρούρια καὶ αὐτὰ, παρεστήσατο ὁμολογίᾳ. Μιχαὴλ δὲ καὶ αὐτὸς διὰ Παιονίας πανστρατιᾷ ἐπιστρατεύσας Τριβαλοῖς, ἐστρατοπέδευσεν ἐν τόπῳ Βελμάσδιν ἐγχωρίως προσαγορευομένῳ, περιορώμενος τοὺς πολεμίους, ὡς οὐκ ἂν τολμήσοντας προσβαλεῖν αὐτῷ. Στέφανος δὲ Κράλης ὁ τῶν Τριβαλῶν ἄρχων, ἐπεὶ ἑκατέρωθεν συνεώρα τῷ πολεμίῳ πυρὶ 1.429 περισχεθεὶς, ἑκατέροις μὲν ἀντιτάξασθαι τοῖς βασιλεῦσι, διελόμενος τὴν στρατιὰν, οὐκ ᾤετο εἶναι δυνατός· εἵλετο δὲ μᾶλλον τὸν Μυσῶν βασιλέα ἀνταγωνιστὴν καὶ πανστρατιᾷ καὶ αὐτὸς ἐλθὼν παρεστρατοπέδευσε μὲν αὐτῷ, ἐν ἐπικαίρῳ δὲ χωρίῳ, στενὴν ἔχοντι τὴν δίοδον καὶ σκληρὰν, ᾗ ἐπέστησε στρατιὰν πεζὴν φρουρεῖν, ὡς μή τις δύναιτο δι' αὐτῆς ἰέναι ἐπ' αὐτόν. ἐπικηρυκευσάμενοι δὲ ἀλλήλοις, ἐπεὶ ἀσυμβάτως εἶχον καὶ ἐδόκει πολεμητέα εἶναι, ἐκεχειρίαν ἄγειν συνέθεντο ἐκείνην τὴν ἡμέραν ὡς μαχούμενοι ἐς τὴν ὑστεραίαν. ἐπιλελοιπότος δὲ ἤδη σίτου τῷ στρατοπέδῳ τῶν Μυσῶν, ὁ βασιλεὺς Μιχαὴλ ἔγνω δεῖν καθ' ἣν τὴν ἐκεχειρίαν ἦγον, στρατιὰν ἀπολεξάμενος, πέμψαι ἐπὶ σῖτον· καὶ διεσκέδαστο τὸ πλεῖον τῆς στρατιᾶς ἐπὶ τὰ παρακείμενα χωρία ἐφ' ἁρπαγήν. ὁρῶν δὲ ὁ Κράλης τὴν Μυσῶν διεσκεδασμένην στρατιὰν καὶ νομίσας καιρὸν εἶναι ἐπιθέσθαι Μιχαὴλ καταστρατηγηθέντι ὑπ' αὐτοῦ, ὡς εἶχε τάχους, ὡπλισμένην τὴν στρατιὰν ἀναλαβὼν καὶ τριακοσίους ἐξ Ἀλαμανῶν ἐπαγόμενος καταφράκτους, ὀλίγα τῶν συνθηκῶν φροντίσας, ἐπὶ Μυσοὺς ἐχώρει. Μιχαὴλ δὲ ὁρῶν τὴν Τριβαλῶν στρατιὰν ἐπαγομένην, ἔγνω μὲν ἠπατημένος, πλὴν ὡς εἶχε τάχους καὶ αὐτὸς τὴν στρατιὰν ὁπλίσας, ἐξῆγεν ὡς ἐς μάχην· καὶ πρὶν εἰς τάξιν καταστῆναι, οἱ Τριβαλοὶ ἐπιπεσόντες, ἐτρέψαντό τε τοὺς Μυσοὺς καὶ ἐνίκων κατὰ κράτος. καὶ τοὺς μὲν ἀπέκτειναν αὐτῶν παρὰ τὴν μάχην, ὅσοι δὲ ἑάλωσαν ζῶντες, γυμνούμενοι τῶν ὅπλων, ἀ 1.430 πελύοντο. οὐ γὰρ ἔξεστιν αὐτοῖς ἀλλήλους ἀνδραποδίζειν ὄντας ὁμοφύλους. βασιλεὺς δὲ ὁ Μιχαὴλ τραυματίας γενόμενος καιρίως ἑάλω μὲν ἔτι ζῶν καὶ ἀπήχθη παρὰ τὸ στρατόπεδον τῶν πολεμίων. ἐτελεύτησε δὲ μικρὸν ἐπιβιούς. τὸ δὲ στρατόπεδον τῶν Μυσῶν ἐπόρθησαν οἱ Τριβαλοί. ἡ δ' ἐπὶ τὸν σῖτον διεσκεδασμένη στρατιὰ, τοῦ σφετέρου βασιλέως πυθόμενοι τὴν ἧτταν, οἱ μὲν αὐτῶν ἄλλοι ἄλλοσε καταλαμβανόμενοι διεφθείροντο, οἱ πλείους δὲ αὐτῶν φυγῇ ἐπορίσαντο τὴν σωτηρίαν. ὁ Κράλης δὲ μετὰ τὴν νίκην βασιλεῖ μὲν οὐκ ἐπεστράτευσε Ῥωμαίων ἐπικειμένῳ ὁμοίως καὶ πολιορκοῦντι τὰς ἐν τοῖς μεθορίοις αὐτοῦ τε καὶ τῆς Ῥωμαίων ἡγεμονίας πόλεις, ἀλλ' ἔμεινεν ἐστρατοπεδευμένος οὐκ ἐγγύς· εἴτε δὲ μείζονα συναθροίζων στρατιὰν, ὡς τῆς οὔσης οὐκ ἀξιομάχου Ῥωμαίοις δοκούσης εἶναι, εἴθ' ἕτερόν τι διανοούμενος, ἔμεινεν ἐν ἀδήλῳ. μετὰ μικρὸν δὲ ἠγγέλλετο τῷ βασιλεῖ, ὡς οἱ δυνατοὶ παρὰ Μυσοῖς, τοῦ σφετέρου βασιλέως Μιχαὴλ ἀποθανόντος, εἴτε Στέφανον θεραπεύοντες τὸν Κράλην, εἴθ' ὅ, τι ἕτερον διανοούμενοι, τὴν μὲν βασιλέως ἀδελφὴν ἀπήλασαν μετὰ τῶν τέκνων, τῇ δὲ ἀδελφῇ Στεφάνου, ἣ πρότερον συνῴκει Μιχαὴλ, ἅμα τέκνοις τά τε