151
τολμήσειας ποιῆσαί τι τοιοῦτον· ὡς γὰρ ὁ Κύριος ᾠκονόμησεν, στερκτέον· ἢ οὐκ οἶδας ὅτι ὑπὲρ ἡμᾶς ὁ θεὸς τὰ περὶ ἡμῶν φροντίζει ἐν σωτηρίᾳ; καὶ τὸ ὁμόψυχον τοῦ μαθητοῦ οὐκ ἐν τῷ σωματικῶς συνεῖναι γνωρίζεται τοσοῦτον, ὅσον ἐν τῷ ἀχωρίστῳ τῆς πνευματικῆς συναφείας φρονήματι καὶ φιλήματι· τί γάρ; σαρκικῶς ἐρῶμεν ἀλλήλους, ἵνα τῇ σαρκὶ χρώμεθα συνεργῷ; εἰ οὕτω, ἐλεεινότεροί ἐσμεν πάντων ἀνθρώπων. ἀπαθὲς ἡμῶν τὸ ἀγαπητικόν, ὡς ἂν τοῦ ἀπαθοῦς γνωριζώμεθα θεοῦ. διὸ οὐ πάντως χρεία καὶ σωματικῆς συναφείας. Οὕτω, τέκνον, στέργε, γινόμενος κατὰ τὸ δυνατὸν βοηθὸς τοῖς ἀδελφοῖς σου ἐν ταπεινώσει, εὐχόμενος καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ. ἄσπασαι τὸν ἀδελφὸν Λουκιανόν, τὸν ἀδελφὸν Εὐόδιον· ἡ Τριὰς τοὺς τρεῖς περιφυλάξειεν μεθ' οὗ ὑπηρετεῖσθε. ἀσπάζονταί σε οἱ ἀδελφοί σου πλεῖστα· ἄσπασαι τὸν ἄνθρωπον τοῦ θεοῦ. 221 {1Θεόδωρος πάσαις ταῖς ἀδελφότησιν ἤτοι συνοδίαις ταῖς πανταχοῦ διὰ Χριστὸν διεσπαρμέναις σὺν τοῖς ἐν φυλακαῖς τε καὶ ἐξορίαις κρατουμένοις ἐν Κυρίῳ χαίρειν}1 Χάρις ὑμῖν καὶ εἰρήνη, ἀποστολικῶς εἰπεῖν, ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ. Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν· ὑπὲρ οὗ καὶ δι' ὃν ὁ διωγμός, ἡ θλῖψις καὶ ἡ στενοχωρία, ἡ ἐρημία καὶ φυγαδεία, αἱ εἱρκταὶ καὶ ποιναὶ καὶ ὅσα ἄλλα καθ' ἑκάστην εἰς ταλαιπωρίαν ὑπαντήματα καὶ συμβάματα. τούτου χάριν, ἀδελφοί μου ἀγαπητοί, τῆς ἀπολείψεως τοῦ ταπεινοῦ ἡμῶν προσώπου παραμυθίαν τινὰ ἐπινοησάμενοι στέλλομεν ὑμῖν τὴν ἐπιστολὴν ταύτην, γνωρίζοντες ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιούμεθα ἐν ταῖς ταπειναῖς ἡμῶν προσευχαῖς, ἕνα ἕκαστον ἀναπολοῦντες καὶ ἀναλογιζόμενοι, δάκρυσι καὶ στεναγμοῖς αἵροντες χεῖρας εἰς θεόν, ἵνα, καθὼς ὑπεδυσάμεθα τοὺς ὑπὲρ ἀληθείας ἀγῶνας καὶ ἐξεληλύθαμεν ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ ὡς ἐκ καλιᾶς ἀπὸ τῶν ἱερῶν ἡμῶν ἀσκητηρίων, οὕτως διαμείνωμεν μέχρι τέλους δυνάμει Κυρίου, τὴν αὐτὴν πίστιν ἔχοντες, τὴν αὐτὴν ἀγάπην, σύμψυχοι, τὸ ἓν φρονοῦντες καὶ κρατοῦντες δόγμα τῆς ἀληθείας, τὸ κηρυχθὲν καὶ ἐγγραφὲν καὶ ὄψει καὶ ἀκοῇ ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, προσκυνεῖν μὲν οὖν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὴν πολυύμνητον καὶ μακαρίαν Τριάδα κατὰ τὸν τῆς θεολογίας λόγον, ὁμολογεῖν δὲ τὸν ἕνα τῆς Τριάδος, τὸν Υἱὸν καὶ Λόγον τοῦ θεοῦ Κύριον δὲ ἡμῶν Ἰησοῦν Χριστόν, ἑαυτὸν κεκενωκέναι, δούλου τε μορφὴν ἀναλαβόντα ἐν ὁμοιώματί τε ἀνθρώπων γεγονότα ἐν εἴδει τῷ καθ' ἡμᾶς εἰκονίζεσθαι χαρακτῆρι σώματος, καθότι ὁ αὐτὸς τέλειος θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος ἐχρημάτισε, τοσοῦτον περιγραφῆς εἴσω γενόμενος καθ' ἡμᾶς, ὧν καὶ τὴν φύσιν εἴληφεν, ὅσον ταύτης τῷ ἀπεριγράπτῳ τῆς θείας φύσεως ἀνῴκισται. οὐ γὰρ δήπου καθὰ τὰ λόγια ἀγγέλων ἐπιλαμβάνεται, εἴπερ κἀκείνοις τὸ εἰκονίζεσθαι, ὡς ὦπται τοῖς βλέψασιν ὑπὸ Πνεύματος, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. εἰπάτωσαν οὖν οἱ χριστομάχοι, πῶς οἷόν τε τὸ Ἀβραμιαῖον σπέρμα μὴ εἰκονίζεσθαι, πῶς δ' αὐτῷ ἕξει τὸ κατὰ πάντα ὅμοιον ἡμῖν, ὧν ἀδελφὸς κέκληται, εἴπερ οὐ τὸ περιγραφῆς ἰδίωμα καθ' ἡμᾶς τοὺς ἀδελφοὺς αὐτοῦ εἰληφὼς δείκνυται; οὔκουν ἀδελφὸς οὐδ' οὐ μὴν ὅμοιος ἡμῖν, διὰ τοῦτο οὐδὲ ἄνθρωπος. οὕτω συνῆκται ἐκ τοῦ μὴ λέγειν αὐτοὺς Χριστὸν καθ' ἡμᾶς εἰκονίζεσθαι· καὶ οὕτως ἀποσκευάζονται τὴν σωτήριον οἰκονομίαν, ἐπ' ἴσης τῶν Μανιχαίων, Οὐαλεντίνων τε καὶ Μαρκιωνιστῶν. Ὧν φύγοιμεν τὴν κοινωνίαν, ἀδελφοί, ὡς ἰὸν ὄφεως, μελαίνουσαν οὐ σῶμα, ὥς πού φησιν ὁ Θεολόγος, ἀλλὰ τὰ βάθη τῆς ψυχῆς· τῇ ἀποστολικῇ δὲ καὶ ὑπ' οὐρανὸν ἐκκλησίᾳ τὰ ἴσα φρονοῦντες (αὕτη γὰρ ἡ Βυζαντιαία τμῆμα αἱρετικόν, ὡς εἴθισται αὐτῇ πολλαχῶς τῶν ἄλλων ἀποσχίζεσθαι) εἰκονίζομεν τὸ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σωματικῷ χαρακτῆρι, εἱρμῷ τῷ ἀνέκαθεν ἀπ' αὐτῆς τῆς ἐπιφανείας αὐτοῦ ἐξ ἀποστολικῆς πράξεως παρηγμένῳ, ἐξ εἰκόνος εἰκόνα μεταγράφοντες καθάπερ καὶ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ μὴ τὸν μὲν τυποῦντες, ὅς