151
ἐναντίοις συνελθεῖν εἰς τὴν γέφυραν καὶ συμπερᾶσαι· ὁ δὲ λαὸς οὐκ ἐπείθετο τῷ βασιλεῖ. ὁ δὲ Σάρβαρος ποιήσας ἐγκρύμματα καὶ δείξας ἑαυτὸν ὡς φεύγοντα εἵλκυσε πολλοὺς Ῥωμαίους παρὰ γνώμην τοῦ βασιλέως εἰς δίωξιν αὐτοῦ περᾶσαι· ὑποστρέψας δὲ καὶ τούτους τρεψάμενος, ὅσους ἔξω 314 τῆς γεφύρας ἔφθασεν, ἀνεῖλε δίκην ὑποσχόντας τῆς παρακοῆς. ὁ δὲ βασιλεὺς ἑωρακὼς τοὺς βαρβάρους τῇ διώξει τὴν τάξιν λύσαντας, καὶ ἐκ τῶν ἐφεστώτων Ῥωμαίων τοῖς προπυργίοις πολλοὺς ἀναιρουμένους, κατ' αὐτῶν ἐχώρησεν. ἀνὴρ δέ τις γιγαντιαῖος τῷ βασιλεῖ συναντήσας μέσον τῆς γεφύρας προσέβαλεν· ὁ δὲ βασιλεὺς τοῦτον πατάξας ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ ἔρριψεν. τούτου δὲ πεσόντος, εἰς φυγὴν ἐτράπησαν οἱ βάρβαροι καὶ τῇ στενώσει τῆς γεφύρας ὡς βάτραχοι εἰς τὸν ποταμὸν ἑαυτοὺς ἔρριπτον· ἄλλοι δὲ καὶ τοῖς ξίφεσιν ἀνῃροῦντο· τὸ δὲ πλῆθος τῶν βαρβάρων πρὸς τὰ χείλη τοῦ ποταμοῦ χυθὲν ἐτόξευόν τε καὶ ἀνθίσταντο μὴ ἐῶντες τοὺς Ῥωμαίους περᾶσαι. ὁ δὲ βασιλεὺς περάσας γενναίως τοῖς βαρβάροις ἀνθίστατο μετὰ ὀλίγων τινῶν τῆς αὐτοῦ ἑταιρίας ἀγωνιζόμενος ὑπὲρ ἄνθρωπον, ὡς καὶ τὸν Σάρβαρον ἐκπλαγῆναι καὶ πρὸς Κοσμᾶν τινα πλησίον αὐτοῦ ἑστῶτα πρόσφυγα Ῥωμαίων μαγαρίτην εἰπεῖν· "ὁρᾷς τὸν καίσαρα, ὦ Κοσμᾶ, πῶς θρασὺς πρὸς τὴν μάχην ἵσταται καὶ πρὸς τοσοῦτο πλῆθος μόνος ἀγωνίζεται καὶ ὡς ἄκμων τὰς βολὰς ἀποπτύει." ἐκ γὰρ τῶν ἀληθινῶν τζαγγίων ἐγνωρίζετο καὶ πολλὰς πληγὰς ἐδέχετο, εἰ καὶ οὐδεμίαν ἐν τούτῳ τῷ πολέμῳ καιρίαν. πᾶσαν δὲ τὴν ἡμέραν ἐν τούτῳ τῷ πολέμῳ μαχησάμενοι, τῆς ἑσπέρας καταλαβούσης, ἀπ' ἀλλήλων διέστησαν· καὶ ὁ Σάρβαρος φοβηθεὶς διὰ τῆς νυκτὸς εἰς τὰ ὀπίσω ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸν ἑαυτοῦ λαὸν εἰς Σεβάστειαν τὴν πόλιν ὥρμησεν, καὶ περάσας τὸν Ἅλυν ποταμὸν ἐν ταύτῃ τῇ χώρᾳ διέτριβεν ὅλον τὸν χειμῶνα. ὁ δὲ Χοσρόης μανεὶς καὶ ἀποστείλας ἔλαβε τὰ κειμήλια τῶν ἐν πάσῃ τῇ ὑπὸ Πέρσαις ἐκκλησιῶν. καὶ ἠνάγκαζε τοὺς Χριστιανοὺς γενέσθαι εἰς τὴν τοῦ Νεστορίου θρησκείαν πρὸς τὸ πλῆξαι τὸν βασιλέα. 315 ιʹ. ληʹ. ιζʹ. ιζʹ. ζʹ. Τούτῳ τῷ ἔτει Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, νέαν ἐποιήσατο στρατείαν στρατεύσας ξένους τε καὶ πολίτας καὶ οἰκέτας, ἐκ παντὸς γένους ἐκλογὴν ποιούμενος· καὶ ταύτην τὴν ἐκλογὴν τῷ Σάϊν παραδοὺς στρατηγῷ ἄλλας τε νʹ χιλιάδας ἐκ τῆς φάλαγγος τοῦ Σαρβάρου ἐπιλογὴν λαβὼν τούτῳ συνῆψε καὶ ὠνόμασε χρυσολόγχεις· καὶ τούτους ἀπέστειλε κατὰ τοῦ βασιλέως. τὸν δὲ Σάρβαρον σὺν τῷ λοιπῷ αὐτοῦ στρατῷ κατὰ Κωνσταντινουπόλεως ἀπέστειλεν, ὅπως τοὺς ἐκ δύσεως Οὔννους, οὓς Ἀβάρους καλοῦσιν, Βουλγάροις τε καὶ Σκλάβοις καὶ Γηπαίδαις συμφωνήσας, κατὰ τῆς πόλεως χωρήσωσι καὶ ταύτην πολιορκήσωσιν. γνοὺς δὲ τοῦτο ὁ βασιλεὺς τὸν ἑαυτοῦ στρατὸν εἰς τρεῖς διαιρέσεις ἐχώρισεν· καὶ τοὺς μὲν ἐξέπεμψεν εἰς τὸ φυλάξαι τὴν πόλιν, τοὺς δὲ παραδοὺς Θεοδώρῳ, τῷ ἰδίῳ ἀδελφῷ, κατὰ τοῦ Σάϊν πολεμεῖν ἐκέλευσεν· τὸ δὲ τρίτον μέρος αὐτὸς λαβὼν ἐπὶ Λαζικὴν ἐχώρει, καὶ ἐν ταύτῃ διατρίβων τοὺς Τούρκους ἐκ τῆς ἑῴας, οὓς Χάζαρεις ὀνομάζουσιν, εἰς συμμαχίαν προσεκαλέσατο. ὁ δὲ Σάϊν ἅμα τῷ νεοσυλλέκτῳ λαῷ καταλαβὼν τὸν τοῦ βασιλέως ἀδελφὸν Θεόδωρον πρὸς πόλεμον ὡπλίσατο. τοῦ δὲ θεοῦ διὰ τῶν πρεσβειῶν τῆς πανυμνήτου θεοτόκου συνεργήσαντος, καὶ πολέμου κροτηθέντος, χάλαζα παραδόξως κατὰ τῶν βαρβάρων κατηνέχθη καὶ πολλοὺς αὐτῶν ἐπάταξεν, ἡ δὲ τῶν Ῥωμαίων παράταξις γαλήνης ἀπήλαυεν. τρέπουσι δὲ οἱ Ῥωμαῖοι τοὺς Πέρσας καὶ ἀναιροῦσι πλῆθος πολύ. τοῦτο μαθὼν Χοσρόης ὠργίζετο κατὰ τοῦ Σάϊν· ὁ δὲ Σάϊν ἐκ πολλῆς ἀθυμίας εἰς νόσον ἐμπεσὼν ἐτελεύτησεν. τούτου δὲ τὸ σῶμα κελεύσει Χοσρόου ἅλατι ταριχευθὲν πρὸς αὐτὸν ἐκομίσθη, καὶ τοῦτο νεκρὸν πολλαῖς αἰκίαις ὑπέβαλλεν. οἱ δὲ Χάζαρεις διαρρήξαντες τὰς 316 Κασπίας πύλας ἐν Περσίδι εἰσβάλλουσιν εἰς τὴν χώραν τοῦ Ἀδραϊγὰν σὺν τῷ ἑαυτῶν στρατηγῷ Ζιέβηλ, δευτέρῳ ὄντι τοῦ Χαγάνου τῇ ἀξίᾳ· καὶ ἐν οἷς ἂν τόποις διέβαινον,