152
ἐξαίφνης ἀφ' ἑαυτοῦ γενέσθαι οὐχ οἷός τε ἦν· ἑαυτὸν γὰρ ὁ μήπω ὢν πλάτ- τειν οὐκ ἐδύνατο οὔτε ἐξ οὐκ ὄντων γενέσθαι τι οὐσίαν ἔχειν δύναται καὶ γεννητὸν ὑπάρχον τῷ ἀεὶ ἰσοδυναμεῖν οὐκ ὀρθῶς ἂν εἴποι τις. καὶ ὁ Σίμων· Μήτι οὖν τῶν πρὸς τί ἐστι καὶ οὕτως πονηρόν ἐστι; κακὸν μὲν Χν ὡς ὕδωρ πυρί, ἀγαθὸν δὲ τῇ εὐκαίρως διψώσῃ γῇ· ὥσπερ γε καὶ σίδηρος εἰς μὲν γεωργίαν καλός, εἰς δὲ φόνους κακός-καὶ ἡ ἐπιθυμία δὲ εἰς μὲν γάμους οὐ κακή, εἰς δὲ μοιχείαν χαλεπή-ὡς καὶ τὸ φονεῦσαι κακόν, ἀλλὰ τῷ φονεύσαντι πρὸς ὃ βεβούλευται καλόν-καὶ ἡ πλεονεξία κακόν, ἀλλὰ τῷ πλεονεκτοῦντι ἡδύ-καὶ ὅσα τοιαῦτα τυγχάνει, τοῦτον περιέχει τὸν τρόπον. τούτῳ δὲ τῷ λόγῳ οὔτε τὸ κακὸν κακόν ἐστιν οὔτε τὸ ἀγαθὸν ἀγαθὸν τυγχάνει· ἑκάτερον γὰρ τὸ ἕτερον ἐργάζεται. μήτιγε τὸ δοκοῦν κα- κῶς γίνεσθαι εὐφραίνει μὲν τὸν ποιοῦντα, κολάζει δὲ τὸν πάσχοντα; καὶ εἰ ἄδικον δοκεῖ τὸ ἑαυτὸν ἀγαπήσαντα εὐφραίνειν ὡς δυνατόν ἐστι, [καὶ] διὰ τοῦτο χαλεπὰ πείσεσθαι ὑπὸ δικαίου δικαστοῦ περὶ τοῦ ἑαυτὸν ἠγαπη- κέναι, τίνι οὐκ ἄδικον φαίνεται; καὶ ὁ Πέτρος· Ἑαυτὸν χρὴ κολάζειν τότε τῇ ἐγκρατείᾳ, ὅταν ἡ ἐπιθυμία πρὸς ἑτέρου βλάβην ὁρμῆσαι θέλῃ, εἰ- δότα <ὅτι> ὁ πονηρὸς τοὺς μὲν κακοὺς ἀνελεῖν δύναται, ἀπ' ἀρχῆς τὴν κατ' αὐτῶν εἰληφὼς ἐξουσίαν· καὶ οὔπω τοῦτο κακὸν τοῖς κακὰ πράξασιν, ἀλλὰ τὸ μετὰ τὴν ἀναίρεσιν τὰς ψυχὰς αὐτῶν κολαζομένας διαμένειν, τοῦτο ὄντως εἶναι χαλεπὸν δικαίως τὸν κακῶς προδιωρισμένον ὀρθῶς ἔχειν εἰπόντος · οὗ εἵνεκεν παραιτεῖσθαι χρή (ὡς ἔφην) βραχείας χάριν ἡδονῆς ἄλλον ἀδικεῖν πρὸς τὸ μὴ αὑτόν τινα ὀλίγης χάριν ἡδονῆς ἀιδίῳ περιβα- λεῖν κολάσει. καὶ ὁ Σίμων· Μήτι οὖν οὐκ ἔστι τῇ φύσει πονηρὸν ἢ ἀγαθόν, ἀλλὰ νόμῳ διαφέρει καὶ ἔθει. .. παρὰ Πέρσαις ἴδιον τὸ γαμεῖν μητέ- ρας, ἀδελφάς, θυγατέρας, ἄλλοις δὲ ὥσπερ χαλεπώτ<ατον ἀπη>γόρευται. ὅθεν τῶν κακῶν μὴ ὡρισμένων πᾶσι τὴν ἐκ θεοῦ κρίσιν προσδοκᾶν οὐκ ἔστι. καὶ ὁ Πέτρος ἔφη· Oὐ δύνασαι τοῦτο συστῆσαι· πᾶσι γὰρ φαίνεται ὅτι τὸ μη- τράσι μίγνυσθαι μυσαρόν, κἂν Πέρσαι, μόριον ὑπάρχοντες τοῦ παντός, ὑπὸ κακοῦ ἔθους τῆς μυσαρᾶς αὐτῶν πράξεως τὸ ἄνομον μὴ ἀντιλαμβά- νωνται. ὡς καὶ Βρεττανοὶ ἐμφανῶς ἐπὶ πάντων κοινωνοῦσι καὶ οὐκ αἰδοῦν- ται-καὶ ἄλλοι σάρκας ἀνθρώπων ἐσθίουσι καὶ οὐ μυσάττονται, καὶ ἕτεροι κυνῶν-καὶ ἄλλοι ἄρρητα πράσσουσιν. οὕτως οὐ χρὴ αἰσθήσει ὑπὸ ἔθους τοῦ κατὰ φύσιν ἐκτραπείσῃ τὰς κρίσεις ποιεῖσθαι. καὶ γὰρ τὸ φονευθῆναι κακόν ἐστι, κἂν μὴ πάντες λέγωσιν ὅτι μηδεὶς αὐτοπαθεῖν θέλει, καὶ κλοπῇ οὐδεὶς ἐπὶ τῇ ἑαυτοῦ κολάσει ἥδεται. κἂν οὖν ἑνὸς οὐδήποτε ὁμολο- γουμένου εἶναι ἁμαρτήματα, ἐξ ἀνάγκης καὶ τρίτην κρίσιν πρὸς τὰ ἁμαρτήματα ὀρθῶς ἔστι προσδοκᾶν. ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἀπεκρίνατο· <Eἰ> οὕτως σοι δοκεῖ τὰ κατὰ τὸν πονηρὸν εἶναι, εἰπέ μοι. καὶ ὁ Πέτρος· Μεμνήμεθα τοῦ κυρίου ἡμῶν καὶ διδασκάλου ὡς ἐντελλόμενος εἶπεν ἡμῖν· «Τὰ μυστήρια ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μου φυλάξατε»· διὸ καὶ «τοῖς αὐτοῦ μαθηταῖς κατ' ἰδίαν ἐπέλυε» τῆς τῶν οὐρανῶν βασιλείας τὰ μυστήρια. σοὶ δὲ πολεμοῦντι ἡμᾶς καὶ μηδὲν ἕτερον διασκοποῦντι ἢ τὰ ἡμέτερα <....> (εἴτε ἀληθῆ ὄντα εἴτε ψευδῆ) τὰ ἀπόρρητα λέγειν ἀσεβεῖν ἐστιν. ἀλλ' ἵνα μὴ δόξωσί τινες τῶν παρεστώτων ὅτι ἀδυνατῶν