Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατηγορεῖ τὴν ὠμότητα, καί φησιν· "Ἐγὼ αὐτοὺς παρέδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέ ρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας." 69.1173 Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, αἰτίας ἐστὶ τοῦτο παράθεσις δι' ἢν τὰ τοιαῦτα πείσονται. (A f. 350) Ὅμοιον δὲ τῷ παρὰ τῷ Ζαχαρίᾳ· "Πα τάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρό βατα." Συγχωρήσας γὰρ παθεῖν τὸν Υἱὸν, αὐτὸς παραδοῦναι λέγεται. Πέπονθε δὲ καὶ ὁ Υἱὸς οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἑκών· ἦν γὰρ αὐτῷ τὸ πάθος τῷ κόσμῳ σωτήριον. Τοῦτον οὖν, φησὶ, τὸν κατὰ τὴν σὴν εὐδο κίαν ἐν παταγμοῖς διὰ τὸ πάθος γενόμενον αὐτοὶ οὐ παραδεξάμενοι, ἔξω που τῆς ἑαυτῶν σωτηρίας ἀπήλασαν. Οὐχ ὅτι οὖν ὁ Πατὴρ, ἀλλ' ὅτι κρεῖττον οἰκονομούμενος εἰς θάνατον, καθὼς προώριστο, παρ έδωκε τὸν Υἱὸν, ἀνεύθυνοι ἂν εἶεν διὰ τοῦτο οἱ ταύτῃ ὑπηρετησάμενοι τῇ βουλῇ. Οὐ γὰρ ἀρέσαι Θεῷ σπεύ δοντες τοῦτο ποιεῖν ἐδοκίμασαν, ἀλλὰ ψυχῆς αὐτοκι νήτῳ παρανομοῦντες βουλῇ καὶ φθόνῳ στρατηγού μενοι φονικῷ, τοῦτο κατεπράξαντο. Εἶτα ἐπάγει, ὅτι "Ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν." Ἐπειδὴ αὐτὸς μὲν ἐταπείνωσεν ἑαυτὸν, οἱ δὲ θανάτῳ περιέβαλον· ἢ ὅτι οὐ μόνον ἀπέκτειναν, ἀλλὰ καὶ τὴν ἀνάστασιν αὐτοῦ διέβαλον καὶ ἐσυκοφάντησαν· διὰ τοῦτο πάλιν αὐτοῖς ἐπαρᾶται τὰ ἑξῆς. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν. (A f. 350 b, E f. 134. Κυρίλλου καὶ Εὐσεβίου.) Τοῦτό φησιν διὰ τὴν πρόσθεσιν τῆς Ἱερουσαλήμ. Ἀνομίαν ἐκάλεσε τὴν διὰ τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν. Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, ὅτι τῇ κατὰ τὸν Κύριον ἀνομίᾳ καὶ ἑτέραν ἀνομίαν προσ θήσουσι, τὸν μὲν τοῦ Ζεβεδαίου Ἰάκωβον μαχαίρᾳ ἀπεκτονότες, ξύλῳ δὲ τὸν ἀδελφόθεον, καὶ λίθοις Στέφανον. Ἢ μία μὲν ἀνομία, ὅτι τὴν ἀλήθειαν ἐλθοῦσαν οὐκ ἐδέξαντο, τῇ σκιᾷ τοῦ νόμου παρανόμως προσκαθήμενοι· ἑτέρα δὲ ἀνομία, ὅτι ἐξωσθέντες τῆς Ἰουδαίας καὶ τοῦτό που τῆς τυπικῆς λατρείας, τε λοῦσιν αὐτὴν ὅπου οὐκ ἔξεστι. ∆ιὸ οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῆς διὰ πίστεως Ἰησοῦ Χριστοῦ, πόῤῥω δὲ γενήσονται καὶ τῆς τοῖς δικαίοις ἀποδοθησομένης τρυφῆς. Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. (A f. 350 b) Καὶ οἱ σταυρωταὶ δὲ, εἰ καὶ πρῶτοι ἐνεγράφησαν διὰ τοὺς παρὰ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας, ἀλλ' οὖν, ἐπειδὴ τοιαῦτα ἐτόλμησαν, εἰκότως ἐξαλειφθή σονται, οὐδὲ παρὰ Θεῷ ἐγγραφήσονται μετὰ τῶν ἐκλεγομένων δικαίων καὶ τῆς παρ' αὐτῷ ζωῆς ἀξίων, ὡς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ τῆς σωτηρίας παραι τησάμενοι. Τὰ γὰρ προστακτικῶς εἰρημένα, προ αγορευτικῶς χρὴ ἐξακούεσθαι. Βίβλος δὲ ζωῆς, ἡ μνήμη καὶ ἡ γνῶσις τοῦ Θεοῦ· ἐκεῖ γράφεται τὰ ἔργα. Μακάριος οὖν ὁ τῆς ἐν τῇ ἄνω Ἱερουσαλὴμ γραφῆς ἀξιούμενος. 69.1176 Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ, ἡ σωτηρία σου, ὁ Θεὶς, ἀντελάβετό μου. (A f. 351, B f. 291 b, F f. 104 b, 105, H f. 181 b) Τὸ δὲ "Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ," τοῦτο σημαί νει ἐκ προσώπου τῶν δορυαλώτων λεγόμενον· Ἐν πτωχείᾳ με ἰδὼν καὶ ἐν πολλαῖς ὀδύναις ἐξεταζόμενον, τῆς σῆς σωτηρίας ἠξίωσας. Φησὶ καὶ ὁ Κύριος ὅτι Πτωχός εἰμι, καθ' ὃ ἐκένωσεν ἑαυτὸν καὶ γέγονεν ἄνθρωπος· ἀλγῶν δὲ καθ' ὃ σταυρὸν ὑπέμεινεν καὶ τὰς ἐκ τῶν Ἰουδαίων πληγὰς, εἰπὼν πρὸς τὸν Πα τέρα· "Ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου." Λέγει μὲν ἀνθρωπίνως καὶ τοῦτο, τετήρηκε δὲ παν ταχοῦ τῆς οἰκονομίας τὸν τρόπον· ἔδει γὰρ γενόμε νον ἄνθρωπον καὶ ἐγηγέρθαι λέγεσθαι παρὰ τοῦ Πατρὸς αὐτόν. Ἐντεῦθεν δὲ καὶ ἡ εὐαγγελικὴ πολιτεία κηρύττεται, ἧς ἦρξεν ὁ κατὰ Θεὸν χορὸς, πτωχὸς τῷ πνεύματι, ὃς εἰσέρχεται εὐχαριστῶν ἐπὶ τῇ γενομένῃ αὐτῷ σωτηρίᾳ παρὰ τοῦ Μονογενοῦς. Ἐπαγγέλλεται δὲ μηκέτι τὰς δι' αἱμάτων προσφέρειν θυσίας, τὰς δι' αἰνέσεων δὲ μᾶλλον καὶ πνευματικάς. ∆ιὸ ἐπάγει· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς. (A f. 351 b) Θρηνῆσαι δὲ ἄξιον τὴν Ἰουδαίων παρα νομίαν, συνιδεῖν οὐ βουλομένων τῆς νομικῆς λα τρείας τὸ νηπιῶδες, καίτοι τῶν ἐν Βαβυλῶνι δορυ