152
βασίλεια παρέδοσαν τῶν Μυσῶν καὶ τὴν ἀρχήν. βασιλεὺς δὲ ἐκκλησίαν συναθροίσας μετὰ τῶν ἐν τέλει, ὅ,τι δέοι ἐβουλεύετο ποιεῖν. καὶ ἐδόκει δεῖν τὰ ἐνταῦθα μὲν καταλιπεῖν, ὡς ὀλίγα ἢ οὐδὲν δυνησο 1.431 μένους ἑαυτοῖς περιποιήσασθαι, τοῦ Κράλη ἤδη τοῦ πρὸς Μυσοὺς πολέμου ἀπηλλαγμένου καὶ δυνηθέντος ἂν ῥᾳδίως ἀμύνεσθαι αὐτοὺς κακοῦντας τὴν αὐτοῦ· πρὸς δὲ τὴν Μυσίαν ἀπαίρειν τὴν ταχίστην, ὡς ἐλπίδων ἐκεῖ μεγάλων ὑποφαινομένων. πρόφασιν δὲ πολέμου εἶναι οὐ μικρὰν, τὸ τὴν βασιλέως ἀδελφὴν ἀπελαθῆναι τῆς ἀρχῆς, δικαιοτέραν οὖσαν ἄρχειν, ἅτε τῆς Κράλη ἀδελφῆς ὑπὸ περιόντος ἔτι ἐκβληθείσης Μιχαήλ. ἐπεὶ δὲ ἐδέδοκτο ἀναχωρεῖν τοῖς τε προσχωρήσασιν ἀρτίως πολιχνίοις φρουρὰς ἐγκαταστησάμενος ὁ βασιλεὺς, τῶν τε λοιπῶν πέρι τὴν ἄκραν πόλεων ὅσης ἐδέοντο πρόνοιαν ποιησάμενος, καὶ στρατιὰν ἅμα στρατηγῷ Συργιάννῃ καὶ τῆς ἄλλης ἑσπέρας ὄντι καταλιπὼν, ὥστε ἀμύνεσθαι ὑπὲρ αὐτῶν ἂν ἐπίωσιν οἱ Τριβαλοὶ, τὴν ἄλλην στρατιὰν ἀναλαβὼν, εἰς Ἀδριανούπολιν ἐπανῆλθεν· οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ τὴν ἐπίλοιπον Ῥωμαίων στρατιὰν ὅση ἦν συναγαγὼν, ἐσέβαλεν εἰς τὴν Μυσίαν, καὶ τά τε ἄλλα μάλιστα τὴν χώραν δῃώσας καὶ ἐκ τῶν ὑπηκόων πόλεων Μυσοῖς τὴν Ἀγχίαλον καὶ Μεσημβρίαν καὶ Ἀετὸν Κτένιά τε καὶ Ῥωσόκαστρον καὶ ∆ιάμπολιν παραστησάμενος ὁμολογίᾳ, εἰς Βυζάντιον ἐπανῆκε. διατρίβοντι δὲ ἐκεῖ, ἐπεὶ καὶ ἡ Βυζαντίων ἐκκλησία χηρεύουσα ἦν ἀρχιερέως, τοῦ πατριάρχου Ἠσαΐου οὐ πολλῷ πρότερον χρόνῳ τετελευτηκότος, ἐδόκει τῶν ἀναγκαίων τοῖς πατριαρχικοῖς θρόνοις τινὰ ἐγκαθιδρύσαι. πολλῆς δὲ ζητήσεως περὶ τούτου γινομένης καὶ ἄλλων ἄλλους 1.432 προβαλλομένων, ὁ μέγας δομέστικος συνεβούλευε βασιλεῖ, τὸν πρεσβύτερον Ἰωάννην ἀποδεῖξαι πατριάρχην, ὃν τῆς Ἀπρίων μὲν ὄντα πόλεως πολίτην καὶ ἐξ ἀσήμων, περὶ δὲ τὴν ἱερατικὴν λειτουργίαν μάλιστα δοκοῦντα ἔχειν εὐφυῶς, ὁ μέγας δομέστικος ἐνέγραψε τοῖς οἰκείοις καὶ περὶ τὴν ἱερὰν ἐχρῆτο ταύτην λειτουργίαν. ὕστερον δὲ οὐ πολλῷ χρείας γενομένης, τῷ βασιλικῷ ἐνέγραψε κλήρῳ, μηδὲν τῶν παρ' αὐτοῦ χορηγουμένων προσόδων ἀποστερήσας, ἀλλ' ἐκείναις τὰς βασιλικὰς προσθείς. καὶ διετέλεσέ γε κἀκεῖ περὶ τὰ τοιαῦτα μάλιστα εὐδοκιμῶν καὶ διὰ τοῦτ' ἀπέλαυε τῆς βασιλέως εὐμενείας. βασιλεὺς δὲ ἐπῄνει τε τὸν λόγον καὶ ἐπιχειρητέα ἔλεγεν εἶναι, εἴγε ἀνυσθῆναι δυνατόν. ὡς δὲ τοῖς λοιποῖς ἀρχιερεῦσι τὸν περὶ τούτου προσῆγον λόγον, οἱ μὲν εὐθὺς ὥσπερ ἀπὸ συνθήματος πάντες ἀπωθοῦντο καὶ οὐδὲ ἠνείχοντο τῶν περὶ τούτου λόγων· βασιλεὺς δὲ αὐτοὺς οὕτως ἄγαν ὁρῶν ἐνισταμένους, τῷ μεγάλῳ δομεστίκῳ τὴν περὶ τούτου ἐπιχείρησιν ἐπέτρεπεν. ὁ δὲ οὐδὲν μελλήσας ἐκκλησίαν συνήθροιζεν ἐκ τῶν ἀρχιερέων ἐν τῷ τῶν θείων ἀποστόλων Χριστοῦ νεῷ, καὶ καταστὰς εἰς λόγους, ἐπεχείρει πείθειν, ὡς δεῖ τὸν πρεσβύτερον Ἰωάννην ἐπὶ τὸ πατριάρχην δέχεσθαι ψηφίζεσθαι· οἱ δ' ἀντεπεχείρουν, ὡς οὔτε δίκαιον, οὔτε λυσιτελὲς ἂν τῇ ἐκκλησίᾳ εἴη τοῦ θεοῦ. πολλῶν δὲ ἐξ ἑκατέρου μέρους λόγων εἰρημένων, τέλος ἀνέστησαν ἀσύμφωνοι ταῖς γνώμαις, τῶν μὲν οὐδα 1.433 μῶς οἰομένων εἶναι ἀνεκτὸν, τὸν ἔτι τοῖς τοῦ βίου πράγμασι συνισχημένον καὶ γυναικὶ καὶ τέκνοις συνοικοῦντα, εἰς τὸν ὑψηλότατον τῆς διδασκαλίας ἀνάγειν θρόνον· τοῦ δ' ἀντεπιχειροῦντος, ὡς οὐδὲν ἂν εἴη τοῦτο κώλυμα, καθάπαξ ἀποστησομένου, ἂν τἄλλα ἱκανός τε καὶ ἁρμόζων πρὸς τὸ ἔργον ᾖ. τέλος δὲ ὁ μέγας δομέστικος τὴν ἐκκλησίαν διαλύων, νῦν μὲν ἕκαστον ἐκέλευεν οἴκαδε ἀπελθόντα, ἀναπαύλης τυχεῖν οὐκ ὀλίγον πόνον ὑπομείναντας· αὖθις δὲ συνελθόντας περὶ τῶν αὐτῶν ποιήσεσθαι τοὺς λόγους. οἱ μὲν οὖν ἕκαστος ἐπ' οἴκου διελύοντο, ὁ μέγας δὲ δομέστικος ἀπήγγελλε τῷ βασιλεῖ ἐλθὼν, ὅσα τε λέξαι τοὺς ἀρχιερέας πείθειν ἐπιχειρῶν καὶ ὧν παρ' αὐτῶν ἀκούσειεν ἀντιλεγόντων, καὶ τέλος, ὡς συντεθείη καὶ δευτέραν ἐκκλησίαν συναθροῖσαι τούτου ἕνεκα. μετὰ δεκάτην δὲ ἡμέραν αὖθις ἐκέλευεν ἀθροίζεσθαι ἐν τῷ αὐτῷ ναῷ· καὶ ἐπειδὴ πάντες ἠθροισμένοι ἦσαν, οὐκέτι μὲν ἐκ τῶν ὁμοίων ἐπεχείρει πείθειν, ᾔδει γὰρ οὐ πείσων, ἀλλ' ἐξ ὧν