152
ἀποδημίαν αὐτῷ πεπραγμένα διηγεῖτο, καὶ ἐπὶ νουθεσίᾳ τῶν παίδων τὸν λόγον κατέστρεψε, καὶ τοῖς υἱοῖς προεῖπε τὴν βασιλείαν καταλιμπάνειν, πρώτῳ μὲν ̓Αντιπάτρῳ, ειτα καὶ τοῖς ἐκ Μαριάμ. ταῦτα εἰπὼν τὸν σύλλογον διελύσατο. ̔Υπῆρχε δὲ τὴν γνώμην πρὸς μὲν τοὺς αλλους φιλοτιμότατός τε καὶ εὐεργετικώτατος, πρὸς δὲ τοὺς 1.382 ὑπηκόους ἐπαχθής τε καὶ ἀδικώτατος καὶ πρὸς τοὺς οἰκείους καὶ φίλους κολαστὴς ἀπαραίτητος. αἱ δὲ αἰτίαι τούτων φιλοδοξία καὶ φιλαρχία. ὑπὸ μὲν γὰρ φιλοδοξίας, εἰ μνήμης εμελλε τυγχάνειν εἰσαῦθις η εὐφημίας κατὰ τὸ ἐνεστός, οὐκ ἐφείδετο δαπανῶν, πολυδάπανος δ' ων βαρείαις εἰσπράξεσι τοὺς ὑποτεταγμένους ἐπίεζε καὶ χαλεπὸς ην αὐτοῖς· ὑπὸ δὲ φιλαρχίας, εἰ κατά τινος ὑπόνοιαν εσχεν ἐφίεσθαι τῆς ἀρχῆς η τι περὶ αὐτὴν παρακινεῖν, ισα πολεμίοις αὐτῷ προσεφέρετο, κἀντεῦθεν συγγενεῖς τε καὶ φίλους ἐτιμωρήσατο ἀφειδῶς, μόνος θέλων τετιμῆσθαι. τεκμήριον δὲ τοῦ πάντοθεν χρηματίζεσθαι θέλειν διὰ τὸ πολυδάπανον, οτι ἀκηκοὼς ὡς ̔Υρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεύσας ἀνοίξας τὸν τάφον ∆αβὶδ ἀργυρίου λάβοι τρισχίλια τάλαντα, νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται, τοὺς πιστοτάτους τῶν φίλων παρειληφώς, ιν' ἀνέκφορον ειη τὸ δρώμενον. καὶ χρήματα μὲν οὐχ ευρεν ἀργύρια δηλαδή, κόσμον δὲ πολὺν κειμηλίων χρυσῶν, ον ἀνείλετο πάντα. εσπευδεν ουν καὶ ἐνδοτέρω χωρεῖν κατὰ τὰς θήκας, ἐν αις τῶν βασιλέων ∆αβὶδ καὶ Σαλομῶντος τὰ σώματα τεθησαύριστο. ὡς δ' ἐβιάζετο εἰσιέναι, δύο μὲν αὐτῷ τῶν δορυφόρων ἐφθάρησαν φλογὸς ενδοθεν ἀπαντησάσης, ὡς λόγος, αὐτοῖς, αὐτὸς δὲ περιδεὴς ἐξῄει. καὶ διὰ τὴν ἐπιχείρησιν χεῖρον εχειν ἐδόκει τὰ κατὰ τὴν οἰκίαν αὐτῷ· ἐμφυλίῳ γὰρ ἐῴκει πολέμῳ τὰ κατὰ τὴν αὐλὴν τὴν βασιλικήν. ἐστρατήγει δὲ ἀεὶ κατὰ τῶν ἀδελφῶν ὁ ̓Αντίπατρος, δεινὸς ων, δι' αλλων μὲν αὐτοὺς περιβάλλων αἰτίαις, αὐτὸς δὲ πολλάκις ὑπεραπολογούμενος, ινα δοκῶν ευνους ἐκείνοις ἀνύποπτος ειη τῷ πατρὶ πρὸς τὰς ἐγχειρήσεις καὶ μόνος τῆς ἐκείνου σωτηρίας φροντίζειν δοκῇ. καὶ ὁ μὲν τὰ 1.383 πάντα ην τῷ πατρί, οἱ δ' ἐκ τῆς Μαριὰμ χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν ἀτιμίαν οὐκ εφερον ὑπ' εὐγενείας, παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν εχοντες. αι τε γυναῖκες, ἡ μὲν ̓Αλεξάνδρῳ συνοικοῦσα Γλαφύρα ἡ ̓Αρχελάου μῖσος ειχεν εἰς τὴν Σαλώμην διά τε τὴν πρὸς τὸν ανδρα διάθεσιν καὶ διὰ τὴν ἐκείνης θυγατέρα συνοικοῦσαν ̓Αριστοβούλῳ, ῃπερ ὑπερηφάνως προσεφέρετο ἡ Γλαφύρα καὶ τὴν ἰσοτιμίαν αὐτῆς ἀνηξιοπάθει. γέγονε δέ τις ὑπόθεσις καὶ τὸν τοῦ βασιλέως ἀδελφὸν Φερώραν εἰς ὑποψίαν καὶ μῖσος τῷ ἀδελφῷ φέρουσα. κατηγγυήθη μὲν γὰρ αὐτῷ ἡ τοῦ βασιλέως θυγάτηρ, ὁ δὲ δουλευούσης αὐτῷ γυναικὸς ἡττώμενος καὶ περιμανῶς τοῦ γυναίου ἐρῶν τῇ τοῦ ἀδελφοῦ θυγατρὶ οὐ προσεῖχε, τῇ δὲ δούλῃ προσέκειτο. ηχθετο δὲ διὰ τοῦτο ̔Ηρώδης καὶ τὴν μὲν κόρην υἱῷ Φασαήλου συζεύγνυσι, χρόνου δὲ διελθόντος περί τε τῶν πρώτων ᾐτιᾶτο τὸν ἀδελφὸν καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, παρηκμακέναι ηδη αὐτῷ οἰόμενος τῆς δούλης τὸν ερωτα. ὁ δὲ τὴν μὲν δούλην καὶ παῖδα ἐξ αὐτῆς σχὼν ἀποπέμπεται, τὴν δὲ τοῦ βασιλέως θυγατέρα μετὰ τριακοστὴν ἡμέραν κατέθετο λήψεσθαι. διελθούσης δὲ τῆς προθεσμίας τοσοῦτον πρὸς τὸν τῆς δούλης ερωτα ἐμεμήνει ὡς ἀθετῆσαι τὰ ὡμολογημένα, τῇ δὲ προτέρᾳ συμφθείρεσθαι. ταῦτα τὸν ̔Ηρώδην ἐξέμαινε· καὶ ἀεὶ δέ τι καινὸν προσπῖπτον ἀτρεμεῖν αὐτὸν οὐκ εια. καὶ ἡ Σαλώμη δὲ χαλεπὴ τοῖς ἐκ Μαριὰμ ουσα καὶ τὴν ἑαυτῆς θυγατέρα ̓Αριστοβούλῳ συνοικοῦσαν ἀνέπειθε μὴ εὐνοϊκῶς πρὸς τὸν ανδρα διακεῖσθαι, ἀπαγγέλλειν δὲ αὐτῇ, ει τι κατ' ἰδίαν λαλήσειεν. ἡ δὲ μεμνῆσθαι τοὺς νεανίσκους ελεγε τῆς μητρός, τὸν δὲ πατέρα στυγεῖν, ἀπειλεῖν δὲ τῆς ἀρχῆς τυχόντες τοὺς 1.384 μὲν ἐκ τῶν αλλων γυναικῶν παῖδας ̔Ηρώδου κωμογραμματεῖς καταστήσειν, τὰς δὲ γυναῖκας καθείρξειν ὡς μηδὲ τὸν ηλιον βλέπειν. ταῦτα διὰ τῆς κακίστης Σαλώμης τῷ βασιλεῖ ἀπηγγέλλετο. κἀκεῖνος ηκουεν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν· τῶν δὲ παίδων ἀπολογησαμένων ῥᾴων ἐγίνετο. Φερώρας δ' αυθις τὰ πράγματα συνετάραξεν, εἰπὼν