152
ἐθέλω ειναι· τὸ γὰρ ˉε μετὰ συμφώνου ὑπάρχον, πέφυκε πολλάκις ἀποβάλλεσθαι αὐτό· εφη, φῆ· εβη, βῆ. δοκεῖ δὲ τὸ θέλω ἀναλογώτερον ειναι τοῦ ἐθέλω. τὸ γὰρ ἐθέλω παράγωγον κατὰ τὶ εστι. τὰ γὰρ διὰ τοῦ λˉω ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα, μὴ εχοντα ετερον ˉλ προηγούμενον, περισπῶνται, οιον· ὠφελῶ, ἀμελῶ· τὸ δὲ ἐθέλω βαρύνεται. τούτου χάριν τὸ θέλω ἀναλογώτερόν ἐστι τοῦ ἐθέλω. εχομεν δὲ τινὰ ῥήματα βαρυτονούμενα, οιον· μέλω, ελω, κέλω. πρόσκειται μὴ εχοντα ετερον ˉλ προηγούμενον, διὰ τὸ ἀνατέλλω. η ἐθέλεις, οφρ' αὐτὸς εχῃς γέρας-. * Εθρισεν. ἀπέκοψεν. ἐκ τοῦ θερίζειν.* ̓Εθρυλλίχθη. ἐταράχθη. Εθου. ἀπὸ τοῦ ἐθέμην. εθεσο, κατὰ ἀποβολὴν τοῦ ς καὶ κράσει εθου. καὶ τὸ προστακτικὸν θοῦ καὶ εθου. ̓Εθανατώθη. ὡς ενοχος θανάτου ἐκρίθη. Εθει. ετρεχεν. ̓Εθηήσαντο. ἐθαύμασαν. καὶ ἐθήησαν. ̓Εθίζω. παρὰ τὸ εθω ἐθίζω, ὡς ελπω ἐλπίζω. ̓Εθόωσεν. ἀπώξυνεν. ̓Εθρίγγωσεν. ἐχαράκωσεν. ̓Εθαυμάστωσε. περίβλεπτον καὶ θαυμαστὸν ἐποίησε διὰ τῆς νίκης. ̓Εθείρω. τὸ ἐξ εθους ἐπιμελοῦμαι τῶν τριχῶν. παρὰ τὸ εθω, ἐθείρω. ἐκ δὲ τοῦ εθω ἐθαῖρος καὶ ἑταῖρος, οἱονεὶ ὁ ἐξ εθους τινὶ ἐπιφοιτῶν. epsilon.625 Εθυσασ. ἀντὶ τοῦ θύσῃ. τοῦτο παρὰ Φιλοξένῳ. Εθηκεν. ἐποίησεν. ὁ δὲ ̓Ιουλιανὸς καὶ ἱππικὸν ἀγῶνα εθηκε. ̓Εθοινήσαντο. εὐωχήθησαν. ̓Εθώπευον. ἐκολάκευον. ̓Εθελουσίωσ. ἑκουσίως. ̓Εθελοκάκωσ. ἑκουσίως ἐκλεγόμενος τὸ κακόν. ̓Εθελοντί. ἐθελουσίως. ̓Εθελοντηδόν. διὰ τοῦ ˉη. Θουκυδίδης. καὶ ἐθελοντὴν ἐπίῤῥημα. τοὺς παραβόλους κινδύνους ἐθελοντὴν ἀναδεδεγμένος. Τὸ Ε μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Εἰανόσ. ποικίλος, πέπλος, λεπτός. Ειλωσ. ὁ δοῦλος. καὶ κλίνεται ειλωτος. καὶ τὸ εθνος. ειλωτες παρὰ Λακεδαιμονίοις οἱ νόθοι καὶ οἱ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι. ἀπὸ τοῦ Ελους· Ελος δὲ πόλις ἐν Πελοποννήσῳ. οἱ ουν Λακεδαιμόνιοι διὰ τὸ ἀεὶ διαφόρους ειναι epsilon.626 ἀλλήλοις, τοὺς δούλους αὐτῶν ἐκάλουν ειλωτας κατὰ ἀτιμίαν καὶ υβριν. Εἰνάλιοσ. θαλάσσιος δαίμων. Ειρ. λαίλαψ η λαμπηδὼν, η ονομα ποταμοῦ. Εἰσαγγελεύσ. ὁ τῶν δημοσίων καὶ μεγάλων μηνυτής. καὶ εἰσαγγελία ἡ δηλατωρία η δημοσίου δίκης ονομα. Εἰσιτήριοσ. ὁ εἰσόδιος λόγος. Εἰσιτητόσ. πορευτός. Εἰσωποί. ἀντὶ πρόσωποι. Εἰδήμων. ἐπιστήμων, συνετὸς, λόγιος. ἀπὸ τοῦ ειδω τὸ γινώσκω. Εἰκασμόσ. ὁ μετὰ δισταγμοῦ εἰκονίζων πρᾶγμα λόγος, ἐν ῳ κεχρήμεθα η τῷ ισως, η τῷ τάχα, η τῷ τυχόν. Εἰκαῖοσ. μάταιος. Εἰκαιομύθων. ματαιολόγων. Εικελοσ. ὁ ομοιος. παρὰ τὸ εικω, τὸ ὁμοιῶ. Εἰλεδανόσ. ὁ δεσμός. Εἰλυθμόσ. ἡ κατάδυσις. ἀπὸ τοῦ εἰλύω τὸ ἐπικρύπτω. Εἰλίπους βοῦσ. ὁ τοὺς πόδας εἰλίσσων ἐν τῇ πορείᾳ. epsilon.627 Ειο. σημαίνει τὸ ἑαυτοῦ. εστι γὰρ ἐμοῦ, σοῦ, ου. καὶ αυται αἱ γενικαὶ οὐδέποτε δύο σύμφωνα εχουσι μακρὰ η βραχέα, ἀλλὰ τὸ μὲν εν μακρὸν, τὸ δὲ ετερον βραχύ· οιον Πριαμίδεω, Πηλιάδεω, ̓Ωκεανοῖο. τούτου χάριν ἐπέλαβον τὸ ἰῶτα ποιητικῶς, καὶ ἐγένετο σεῖο, μεῖο, ειο. Εἰραφιώτησ. ὁ ∆ιόνυσος. παρὰ τὸ ἐῤῥάφθαι τῷ τοῦ ∆ιὸς μηρῷ. η παρὰ τὸ ἐρέφεσθαι, ο σημαίνει τὸ στεφανοῦσθαι, γέγονεν ἐραφιώτης καὶ εἰραφιώτης. η παρὰ τὸ εριφος εἰραφιώτης· ὑπὸ γὰρ ἐρίφων φασὶν αὐτὸν ἀνατραφῆναι. Ειρ. ονομα ποταμοῦ. Ειρεροσ. ἡ δουλεία. η ὁ κοῦσπος. παρὰ τὸ τὴν εραν, τὴν γῆν, ἡ περὶ τὴν γῆν δουλεία. η παρὰ τὸ εριον ερος, καὶ κατὰ ἀναδιπλασιασμὸν ερερος καὶ πλεονασμῷ τοῦ ˉι ειρερος. η παρὰ τὸ τείρω τὸ καταπονῶ, τείρερος, καὶ ἀποβολῇ τοῦ τ ειρερος. Εἰρηναῖοσ. διαλλακτήριος. Εἰρηνοποιόσ. ὁ τὴν εἰρήνην ἐν αλλοις κατεργαζόμενος. οὐκ αν δέ τις ετερα παράσχοι, ο μὴ αὐτὸς εχῃ. κυρίως δὲ εἰρηνοποιὸς ὁ τὴν ἑαυτοῦ στάσιν τῆς σαρκὸς καὶ τοῦ πνεύματος καὶ τὸν epsilon.628 ἐμφύλιον τῆς φύσεως πόλεμον εἰς εἰρηνικὴν αγων συμφωνίαν. οταν γὰρ ἡ σὰρξ μηκέτι ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, ἀλλ' ἡ τοῦ πνεύματος χάρις ἐπικρατήσῃ τῶν σωματικῶν παθῶν. *Εἰλυόσ. ὁ φωλεός. καὶ εἰλύω τὸ κρύπτω.* Εἰροπόκοσ. μαλλοὺς πλέκων η κτενίζων. παρὰ τὸ εριον καὶ τὸ πέκω, τὸ κτενίζω, γίνεται ἐροπόκος καὶ εἰροπόκος. Ειρων. ὁ ἀπατεὼν, ὁ κόλαξ. παρὰ τὸ ειρω τὸ λέγω γίνεται ειρων, ὁ διὰ