15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ζηλωτὸς ἐντεῦθεν τῆς συναριθμήσεως πέφυκεν, εἰ μὴ καὶ λόγους θεῖτο τῆς κράσεως καὶ ἐφ' ἑκάστῳ τῶν εἰρημένων τὸ διὰ τί ἀπο δοίη· «ἐγὼ» γάρ φησιν ὁ Πλάτων «τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα». Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα τοῖς πρὸ ἐμοῦ προσάψαι τι σκώμματος, ἀλλ' ὅτι οὐ βούλομαι τὸν ἐμὸν χορὸν παιδαριώδη ὑφίστασθαι ἔκπληξιν, ἐπειδὰν τὰ συγγράμματα τῶν περὶ λόγους θεωρησάντων ἀναγινώσκωσι καὶ τοῖς τεχνικοῖς ἐντύχωσιν ὀνόμασιν, ὅτι τόδε μὲν ἐκ τοῦ παρειμένου, τόδε δὲ ἐκ τοῦ πεπραγμένου, καὶ τοῦτο μὲν σεμνῶς εἴρηται, ἐνταῦθα δὲ ἀπογεγύμνωκέ τι τοῦ κεκρυμμένου ὁ τοῦ λόγου πατήρ. εἰ μὲν γὰρ ἕκαστα τούτων αἰτίας ἔχει λογικάς, τὰς μὲν πρὸς ἀνάγκην ᾠκονομημένας, τὰς δὲ πρὸς τέχνην μεμελετημένας, κἀγὼ μετὰ τῶν θαυμαζόντων γενήσομαι, εἰ δ' ἁπλῶς οὕτως ὁ τῆς θεωρίας λόγος ἔρριπται, ἀλλ' ἐμέ γε ὀνομάτων καινότητες οὐκ ἐκπλήξουσιν, ἀλλὰ τὰ καινὰ ταῦτα μετὰ τοῦ «λασταυρο κακάβου» θήσομαι «βρώματος». τὸ δὲ ὄνομα τοῦτο, ἵνα μικρόν τι προσ παίξω, «τρεχέδειπνοι» τεθείκασι «σοφισταί». ἐπειδὴ γὰρ αὐτοῖς βρῶμά τι τῶν ἀήθων κατεσκεύαστο σύμμικτόν τι καὶ πολυμιγὲς παχύτατόν τε καὶ πολύκρεων, ᾠήθησαν χρῆναι καὶ ὄνομα ἐπιθεῖναι τούτῳ γαῦρόν τε καὶ πλατύ, ἵν' ἐμφαίνῃ τοῦ ὀψαρτυθέντος τὴν πολυτέλειαν· ἄλλων οὖν ἄλλο θεμένων ἐκράτησεν ἐπ' αὐτοῦ ἡ τοῦ «λασταυροκακάβου» προσηγο ρία. οὐ μὴν ἡτοιμολόγηται, ὥσπερ οὐδὲ ἡ «φαινίνδα»· ἔστι δὲ τοῦτο σφαί ρας κροῦμα γινόμενον κατ' ἐκτραχηλισμόν, ὅπερ δὴ νῦν, ἐπεὶ διὰ τῆς τοῦ ἵππου χαίτης ἐπιδεξιὰ γίνεται, ἐπιχαίτιον οἱ σφαιρίζοντες ὀνομάζουσι. Ταῦτα μὲν οὖν, εἰ καὶ πόρρω τοῦ προειρημένου, ἀλλ' ὑμῖν οἶδα πολλὴν συνεισοίσοντα τὴν ὠφέλειαν, δεῖ γὰρ τὸν σοφὸν παντοδαπὸν εἶναι καὶ μηδενὸς ἀνήκοον τῶν ἱστορουμένων. ὁ δὲ λόγος ἐχέσθω τοῦ σκοποῦ. διαλυσάμενος γὰρ ὁ πατὴρ τὴν τοῦ Εὐνομίου δόξαν, ὅτι μὴ ἀγέννητος ὁ πατὴρ γεννήσας, ἐπὶ τὸν ἕτερον λόγον κεχώρηκε τὸν περὶ τῆς ἰδιότητος τοῦ υἱοῦ. οἱ γὰρ πάντα φύροντες καὶ συνείροντες καὶ ἑαυτοῖς ὅπως ἂν βού λοιντο τὰ ὀνόματα δογματίζοντες καὶ τοῦ υἱοῦ τὴν προσηγορίαν ἐπηρεά κασιν. ὥσπερ γὰρ αὐτοῖς ὁ πατήρ, διότι γεγέννηκε, γεννητὸς ἐλογίσθη, οὕτω καὶ ὁ υἱός, διότι ἐκ τοῦ ἀγεννήτου γέγονεν, ἀγέννητος ἔδοξεν· ὥσπερ ἂν εἴ τις εἴπῃ τὴν μὲν ψυχὴν σῶμα, ὅτι κεκοινώνηκε τούτου, τὸ δὲ σῶμα ψυχήν, ὅτι μετέσχηκε ταύτης, καὶ τὸν Ἀδὰμ γεννητόν, ὅτι τὸν Σὴθ ἀπεκύησε, τοῦτον δὲ ἀγέννητον, ὅτι ἐξ ἀγεννήτου τοῦ πρωτοπλάστου γεγέννηται. ἀγέννητος γὰρ ὁ πρωτόπλαστος οὐ τῷ μὴ γεγενῆσθαι, ἔκτι σται γάρ, ἀλλὰ τῷ μὴ κατὰ νόμους προεληλυθέναι γεννήσεως. διὰ τοῦτο «οὔτε τοῦ υἱοῦ», φησί, κατ' ἔλλειψιν τοῦ ἐκστάντος, ὅτι ἐκ τοῦ ἀγεννήτου, ὡς οἱ ἑτεροδοξοῦντες οἴονται· ὁ γὰρ τοῦ «ὅτι» σύνδεσμος ἐφ' ἑκατέρου τῶν κώλων οὐκ εἰς κατασκευῆς λόγον παρείληπται, ἀλλ' εἰς δήλωσιν τῆς ὑποφορᾶς. εἶεν. Περὶ δὲ τοῦ πνεύματος πῶς; ἆρά γε καὶ τούτῳ προσβαλοῦσιν οἱ θεο μάχοι καὶ μάλιστα καὶ καταδραμοῦνται ὡς μὴ θεοῦ; ὅρα δὲ ὅτι διαιροῦν τες αὐτὸ τοῦ κλήρου τῆς θεότητος ἀπελαύνουσιν. ὥσπερ γὰρ ἀντίφασιν τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἐπιδιελόμενοι ἐπάγουσιν, ὡς ἢ πάντως ἀγέννητός ἐστιν ἢ γεγέννηται, εἶτα πρὸς ἡμᾶς φασιν ὡς, εἰ μὲν ἀγέννητος, πάντως πατήρ, υἱὸς δέ, εἰ γεγέννηται. τί δὲ διοίσει ἢ μὴ γεννηθὲν τοῦ πατρὸς ἢ {μὴ} γεννηθὲν τοῦ υἱοῦ; ἀλλ' ἐπειδὴ μηδέτερον πέπονθεν ἢ πεποίηκεν, διὰ ταῦτα ὄνομά ἐστιν ἀνυπόστατον, ἀλλ' οὐχὶ θεός. ταύτην τὴν δόξαν πολλαχῶς μὲν ἐν ἑτέροις λόγοις ἀνῄρηκεν ὁ πατήρ, ὑπόθεσιν μόνην ταύτην τοῦ λόγου πεποιημένος. διὰ ταῦτα πολυειδῶς κατέδραμε ταύτης κατασκευαῖς ἀρίσταις χρησάμενος· ἐνταῦθα δὲ διὰ τὸ κατηπεῖχθαι αὐτὸν πρὸς τὴν πανήγυριν ἀκροθιγῶς ὥσπερ ἐφάπτεται καὶ διαλυσάμενος ὡς ἐν τύπῳ εἰπεῖν περαίνειν ὅπερ προέθετο. Πλὴν