152
πηγὰς ἐδωρήσατο, εἰκότως ἐπάγει· κηʹ. "Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει." Ὁ δὲ Ἀκύλας, Ἐκεῖ Βενιαμὶν βραχὺς, ἐπικρατῶν αὐτῶν· κατὰ δὲ τὸν Θεοδοτίωνα, παιδευτὴς αὐτῶν. Βενιαμὶν δὲ νεώτερος, ὁ μακάριος Παῦ λος, ὁ ἐκ τῆς Βενιαμίτιδος βλαστήσας φυλῆς· νεώ τερος, ὡς μετὰ πάντας κληθεὶς καὶ προσαγο ρευόμενος· ἄλλως τε καὶ νεανίαν αὐτὸν ἡ τῶν Πράξεων ἱστορία καλεῖ. Οὗτος ἐπικρατεῖ τῆς Ἐκ- κλησίας, καὶ παιδεύει τὰ θεῖα, καὶ ποδηγεῖ πρὸς σωτηρίαν τοὺς βουλομένους. Ἐγένετο δὲ καὶ ἐν ἐκ στάσει μαθὼν ἐν οὐρανοῖς εἶναι τὸν ὑπ' αὐτοῦ διωκόμενον, καὶ νεκρὸν νομιζόμενον. Ἐπειδὴ δὲ οὐ μόνον ὁ μακάριος Παῦλος, ἀλλὰ καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τὰ θεῖα τοὺς πιστεύοντας ἐκπαι δεύει, εἰκότως καὶ τούτων ὁ προφητικὸς ἐμνημό νευσε λόγος. "Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ." Ἐκ γὰρ τούτων τῶν φυλῶν τὸ γένος οἱ λοιποὶ κατ ῆγον ἀπόστολοι. Καὶ οἱ μὲν καλούμενοι ἀδελφοὶ τοῦ Κυρίου, τὴν Ἰούδα φυλὴν πάντως εἶχον πηγήν. Πέτρος δὲ, καὶ Ἀνδρέας, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Φίλιππος, ἀπὸ Βεθσαϊδᾶ τῆς κώμης ἐτύγ χανον ὄντες. Ματθαῖος δὲ καὶ Ἰάκωβος ἐν τῇ Καπερναὺμ διάγειν ἱστόρηνται. Σίμων ὁ ζηλωτὴς Χανανίτης ὠνόμασται. Ταῦτα δὲ πάντα χωρία τῆς Γαλιλαίας ἐστί. Ζαβουλὼν δὲ καὶ Νεφθαλεὶμ ἐκεῖνον εἶχον τὸν κλῆρον. Καὶ τούτου μάρτυρες δύο· ὁ μὲν προφήτης, ὁ δὲ εὐαγγελιστής· ὁ μὲν προλέγων, ὁ δὲ τὴν μαρτυρίαν προφέρων. Φασὶ δὲ οὕτως· "Γῆ Ζαβουλὼν, καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα." κθʹ, λʹ. "Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ." Ὁ δὲ Σύμμαχος οὕτως· Πρόσταξον, ὁ Θεὸς, περὶ ἰσχύ ος σου· ἐνίσχυσον, ὁ Θεὸς, τοῦτο ὃ ἐποίησας ἡμῖν, διὰ τὸν ναόν σου τὸν ἐπάνω τῆς Ἱερου 80.1396 σαλήμ. Βεβαίωσον, φησὶν, ἣν ἐδωρήσω, ∆έσποτα, χάριν, διὰ τὸν ναόν σου, ὃν ἐξ ἡμῶν ἀνείληφας· ὃν ἐκάθισας ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλ λοντι. Ἱερουσαλὴμ γὰρ τὴν ἄνω πόλιν καλεῖ, περὶ ἧς ὁ μακάριος Παῦλος λέγει· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· ἥτις ἐστὶ μήτηρ πάν των ἡμῶν." Αἰτοῦσι τοίνυν διὰ τὴν πρὸς τὸν ναὸν συγγένειαν, τὴν δεδομένην βεβαιωθῆναι χάριν· καὶ διὰ τὴν ἀπαρχὴν, τῆς παρασχεθείσης δωρεᾶς ἀπολαῦσαι τὸ φύραμα. Ἐντεῦθεν προλέγει καὶ τὴν τῶν βασιλέων μεταβολήν. "Σοὶ οἴσουσι βασιλεῖς δῶρα." Τοῦ γὰρ διώκειν παυσάμενοι, τὸ πρέπον ὡς Θεῷ προσοίσουσι σέβας· καὶ ὥσπερ αὐτοὶ δα σμὸν παρὰ τῶν ὑπηκόων λαμβάνουσιν, οὕτως αὐ τοὶ, καθάπερ δοῦλοι καὶ ὑπήκοοι, δῶρά σοι προσ κομιοῦσι. Καὶ τούτου μάρτυρες οἱ ὀφθαλμοὶ θεω ροῦντες τὴν τῆς προφητείας ἀλήθειαν. λαʹ. "Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου." Ἔνια δὲ τῶν ἀντιγράφων δρυμοῦ ἔχει. Εἴτε δὲ δρυμὸς, εἴτε κάλαμος, ἡ ἀκαρπία διὰ τούτων ση μαίνεται. Ταῦτα δὲ οἰκητήριον ἔχει τὰ ἀνόητα θηρία, ἃ καὶ διὰ τῆς θείας ἐπικλήσεως ὁ Προφή της [ἡμᾶς] ἐξελαύνειν ἐδίδαξεν. "Ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν, τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ." Ταύρους καλεῖ τὴν τῶν Ἰουδαίων πληθὺν, διὰ τὴν συνήθη θρασύτητα· δαμάλεις δὲ λαῶν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ὠνόμασε, διὰ τὸ νέον τῆς κλήσεως. Προλέγει τοίνυν ὁ προφητικὸς λόγος, τὰς ἐν ἀρχῇ τοῦ κηρύγματος κατὰ τῶν εὐσεβῶν γεγενη μένας τῶν Ἰουδαίων ἐπαναστάσεις. Τοῦτο δὲ, φησὶ, δρῶσιν, ἐκκλεῖσαι αὐτοὺς βουλόμενοι, καὶ τῆς δε δομένης εὐκληρίας στερῆσαι· οἵ τινες δίκην ἀργυ ρίου πυρωθέντες, ἀπεφάνθησαν δόκιμοι. Τοῦτο περὶ αὐτῶν καὶ ὁ μακάριος ἔφη Παῦλος· "Ζηλοῦ σιν ὑμᾶς οὐ καλῶς· ἀλλ' ἐκκλεῖσαι ὑμᾶς θέλου σιν." Ἐπειδὴ δὲ καὶ ἐν τοῖς ἔθνεσιν ἦσαν οἱ ἀντιλέγοντες, καὶ παντοδαπὰς ἁγίων σφαγὰς ἐργαζόμενοι, εἰκότως καὶ περὶ τούτων φησί· "∆ια σκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα." Οὕτω περὶ τῶν ἀντιλεγόντων θεσπίσας, μεταφέρει τὸν λόγον εἰς τοὺς πιστεύσαντας. 80.1397