152
ἐστιν ὅπλον Χριστοῦ κατὰ τοῦ διαβόλου, τὸν δὲ οὐκ εἰκονίζοντες, ὅς ἐστιν ὁπλίτης καὶ καθαιρέτης τοῦ σατανᾶ· πῶς γὰρ ἂν καὶ ἐγγραφείη ὅπλον νικητικὸν καὶ ἀληθὲς μὴ τὸν ὁπλίτην ἔχον ὑπ' ὄψιν δεικνύμενον; εἶτα καὶ προσκυνοῦμεν αὐτοῦ τὴν ἁγίαν εἰκόνα, ὡς ἐν αὐτῇ προσκυνοῦντες τὸν ἐξεικονισμένον Χριστόν· ἐξεικονισμένος γὰρ προῆλθεν ἐκ κοιλίας ἁγίας μητρὸς αὐτοῦ τῆς Θεοτόκου· εἰ δὲ μή, ἀμβλωθρίδιόν τι καὶ οὐ μεμορφωμένος ἄνθρωπος, ὦ θεομάχοι. εἰ δὲ ἐξεικονισμένον τὸ βρέφος πρόεισιν, ὥσπερ ἀληθές, περὶ οὗ φησιν ὁ προφήτης πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, πᾶσα ἀνάγκη καὶ ἐξεικονίζεσθαι πέφυκεν. οἱ κωφοὶ ἀκούσατε καὶ οἱ τυφλοὶ ἐμβλέψατε· ἐν ἑνὶ μόνον ἡ καθ' ἡμᾶς καινοτομία ἐπὶ Χριστοῦ, ὅτι ἄνευ σπορᾶς συνείληπται ἐν μήτρᾳ παρθένου καὶ δίχα φθορᾶς γεγέννηται, καθότι οὔτε ἁμαρτίαν ἐποίησεν γραφικῶς οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ· τὰ δ' ἄλλα πάντα καθ' ἡμᾶς, ἔφαγεν, ἔπιεν, διεπνεύσθη, ηὔξησεν, ἐβάδισεν, ἵδρωσεν, ἐκοπίασεν, ἐσταυρώθη, ἀπέθανεν (κἂν ὡς θεός), τριήμερος ἐγήγερται, ἔχων καὶ μετὰ τὴν ἀνάστασιν τὴν ἐξεικονισμένην ἡμῶν μορφὴν θεωθεῖσαν καὶ ἀφθαρτισθεῖσαν ἐν ἑαυτῷ, καθ' ἣν καὶ ἐθεάθη τοῖς ἀποστόλοις καὶ συνέφαγεν καὶ συνέπιεν ἐγηγερμένος καὶ ἐψηλαφήθη ὑπὸ Θωμᾶ, λέγων τοῖς πᾶσιν, ὑποτοπήσασιν αὐτὸν πνεῦμα εἶναι, ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. οὕτω καὶ ἀνελήφθη ἐν δόξῃ, ὡσαύτως καὶ ἥξει ἐν μορφῇ τῇ αὐτῇ τοῦ καθ' ἡμᾶς εἴδους, ὃν ὄψεται πᾶσα σὰρξ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, διδόντα ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούσασι τῷ εὐαγγελίῳ αὐτοῦ, καθὼς γέγραπται· μεθ' ὧν οἱ σταυρώσαντες αὐτὸν Ἰουδαῖοι κόψονται καὶ οἱ μὴ ἀνεχόμενοι αὐτὸν εἰκονίζειν εἰκονομάχοι. Ταῦτά ἐστιν, ἀδελφοί, τὰ εὐαγγελικὰ κηρύγματα, ταῦτα τὰ ἀποστολικὰ διδάγματα. οἱ δὲ τἀναντία φρονοῦντες εἰς ἕτερον εὐαγγέλιον (ὃ οὐκ ἔστιν ἄλλο) πειρῶνται μεταστρέψαι τὸν λαὸν τοῦ θεοῦ προφέροντες νόθα συγγράμματα, ἐκ κοιλίας φωνοῦντα καὶ οὐκ ἀπὸ στόματος Κυρίου· εἴωθεν γὰρ ἀεὶ τῷ σίτῳ τὰ ζιζάνια παρασπείρεσθαι καὶ τῇ ἀληθείᾳ τὸ ψεῦδος παρατίθεσθαι· ἐπεὶ πῶς καὶ φανείη ἀλήθεια μὴ ἀντιλογίαν ἔχουσα; ἀλλὰ καὶ ἐὰν ἡμεῖς, φησὶν ὁ ἀπόστολος, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω· ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις εὐαγγελίζεται ὑμᾶς παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Περὶ δὲ τῆς Θεοτόκου ἢ οὗτινος τῶν ἁγίων, ὅτι εἰκονίζονται, περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν· ἠλίθιον γὰρ ὁντιναοῦν ἄνθρωπον φαίειν μὴ χαρακτηρίζεσθαι. ἀλλ' οἱ Χριστὸν ἀπαναινόμενοι περιγράφεσθαι, ὅς ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, συμπεριελεῖν ἔδοξαν καὶ τὰ μέλη Χριστοῦ μὴ εἰκονίζεσθαι, εἴπερ σῶμα Χριστοῦ ἡμεῖς πάντες καὶ μέλη ἐκ μέρους· ἔλεγχος γὰρ αὐτοῖς μητέρα μὲν θεοῦ εἰκονίζεσθαι, οὐ μὴν τὸν ἐξ αὐτῆς τεχθέντα καὶ αὐτῇ ὑπομάζιον ὀφθέντα καὶ ὅσα τῆς σωματικῆς αὐτοῦ παρουσίας ὑπείκοντα, ἢ πάλιν τοὺς αὐτόπτας καὶ ὑπηρέτας στηλογραφεῖσθαι, τὸν δὲ ὑπηρετηθέντα καὶ συναναστραφέντα μὴ χαρακτηρίζεσθαι. καὶ Ἰουδαίων χείρους δείκνυνται, ὅτι οὐδὲ Μωσέως οὐδ' εἴ τινος ἄλλου τῶν προφητῶν εἰκόνα προσίενται, προσιεμένων ἐκείνων τῶν πρὸ τῆς χάριτος ὡς νομικῶν καὶ οὐ χριστιανῶν· οἱ δὲ τοσοῦτον ἀνοηταίνουσιν ὡς καὶ ἑαυτοῖς καὶ Ἰουδαίοις μάχεσθαι, καὶ μήτε Ἰουδαίους εἶναι νομοφύλακας μήτε χριστιανοὺς οὐκ εἰδογραφοῦντας Χριστόν, ὃν προσήκαντο ἄνθρωπον γεγονότα. φωνὴ Πέτρου τοῦ ἀποστόλου ἐστὶν ἐν ἱστορίᾳ μαρτυρίου τοῦ Ἁγίου Παγκρατίου· "4τέκνον Ἰωσήφ, ἐξένεγκον τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ, ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἵνα ἰδόντες ἐπὶ πλέον πιστεύσωσιν, ὁρῶντες τὸν τύπον τῆς μορφῆς, καὶ ὑπόμνησιν λαμβάνωσι τῶν παρ' ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων"5.