1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

152

τούς τε Πέρσας ᾐχμαλώτευον καὶ τὰς πόλεις καὶ κώμας τῷ πυρὶ παρεδίδουν. ἀπάρας δὲ καὶ ὁ βασιλεὺς ἀπὸ Λαζικῆς τούτοις συνήντησεν. ὁ δὲ Ζιέβηλ τοῦτον ἰδὼν καὶ προσδραμὼν κατασπάζεται αὐτοῦ τὸν τράχηλον καὶ προσεκύνησεν αὐτόν, ὁρώντων τῶν Περσῶν ἐκ τῆς πόλεως τοῦ Τιφίλιος. πᾶς δὲ ὁ λαὸς τῶν Τούρκων εἰς γῆν πεσόντες πρηνεῖς, ἐκταθέντες ἐπὶ στόμα τὸν βασιλέα ἐτίμων τιμὴν τὴν παρ' ἔθνεσι ξένην. ὁμοίως καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ πετρῶν ἀναβάντες τῷ αὐτῷ σχήματι ἔπεσον. προσήνεγκε δὲ ὁ Ζιέβηλ καὶ τὸν ἑαυτοῦ υἱὸν ἀρχιγένειον τῷ βασιλεῖ, ἡδυνόμενος τοῖς τούτου λόγοις καὶ ἐκπληττόμενος τήν τε θέαν καὶ τὴν φρόνησιν αὐτοῦ. ἐπιλεξάμενος δὲ ὁ Ζιέβηλ χιλιάδας μʹ ἀνδρῶν γενναίων ἔδωκε τῷ βασιλεῖ πρὸς συμμαχίαν καὶ αὐτὸς ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν. τούτους δὲ λαβὼν ὁ βασιλεὺς κατὰ Χοσρόου ἐχώρει. ὁ δὲ Σάρβαρος τῇ Χαλκηδόνι προσβαλών, καὶ οἱ Ἄβαρεις ἐκ τῆς Θρᾴκης τῇ πόλει πλησιάσαντες, ταύτην ἑλεῖν ἐβούλοντο, καὶ πολλὰς μηχανὰς κατ' αὐτῆς κινήσαντες καὶ εἰς σκάφη γλυπτὰ ἐκ τοῦ Ἴστρου πλῆθος ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον ἐνέγκαντες τὸν κόλπον τοῦ Κέρατος ἐπλήρωσαν. δέκα δὲ ἡμέρας τῇ πόλει παρακαθίσαντες διά τε γῆς καὶ θαλάττης τῇ τοῦ θεοῦ δυνάμει καὶ συνεργίᾳ καὶ ταῖς πρεσβείαις τῆς ἀχράντου καὶ θεομήτορος παρθένου ἡττήθησαν· καὶ πλήθη πολλὰ ἀποβαλόντες ἔν τε γῇ καὶ θαλάττῃ, μετὰ μεγάλης αἰσχύνης εἰς τοὺς ἑαυτῶν τόπους ὑπέστρεψαν. ὁ δὲ Σάρβαρος τῇ Χαλκηδόνι παρακαθεζόμενος οὐ μετέστη, ἀλλ' αὐτόθι ἐχείμασε κουρσεύων καὶ πραιδεύων τὰ περατικὰ μέρη καὶ τὰς πόλεις αὐτῶν. 317 Κόσμου ἔτη ριηʹ. Τῆς θείας σαρκώσεως ἔτη χιγʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λθʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἀπὸ μηνὸς Σεπτεμβρίου εἰσβαλὼν ἐν Περσίδι Ἡράκλειος σὺν τοῖς Τούρκοις ἀπροσδοκήτως διὰ τὸν χειμῶνα εἰς ἔκστασιν ἐνέβαλε τὸν Χοσρόην τοῦτο μαθόντα. οἱ δὲ Τοῦρκοι τόν τε χειμῶνα ὁρῶντες καὶ τὰς συνεχεῖς ἐπιδρομὰς τῶν Περσῶν, μὴ ὑποφέροντες συγκοπιᾷν τῷ βασιλεῖ ἤρξαντο κατ' ὀλίγον ὑπορρέειν, καὶ πάντες ἀφέντες αὐτὸν ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς διελάλησε τῷ ἑαυτοῦ λαῷ, λέγων· "γνῶτε, ἀδελφοί, ὅτι οὐδεὶς ἡμῖν συμμαχῆσαι θέλει, ἀλλ' ἢ μόνος ὁ θεὸς καὶ ἡ τοῦτον τεκοῦσα ἀσπόρως μήτηρ, ἵνα δείξῃ τὴν ἑαυτοῦ δυναστείαν, ἐπειδὴ οὐκ ἐν πλήθει λαῶν ἢ ὅπλων ἡ σωτηρία ἐστίν, ἀλλ' εἰς τοὺς ἐλπίζοντας ἐν τῷ ἐλέει αὐτοῦ καταπέμπει τὴν βοήθειαν αὐτοῦ." ὁ δὲ Χοσρόης ἐπισυνάξας πάντα τὰ στρατεύματα αὐτοῦ προβάλλεται στρατηγὸν ἐπ' αὐτοὺς Ῥαζάτην, ἄνδρα πολεμικώτατον καὶ ἀνδρεῖον, καὶ κατὰ Ἡρακλείου τοῦτον ἀπέστειλεν. ὁ δὲ βασιλεὺς τάς τε πόλεις τῆς Περσίδος ἐπυρπόλει καὶ τὰς κώμας, καὶ τοὺς καταλαμβανομένους Πέρσας ἀνήλισκε ῥομφαίᾳ. τῇ δὲ θʹ τοῦ Ὀκτωβρίου μηνὸς τῆς ιεʹ ἰνδικτιῶνος κατέλαβεν εἰς τὴν χώραν Χαμαηθᾶ καὶ διανέπαυσε τὸν λαὸν ἑβδομάδα μίαν. ὁ δὲ Ῥαζάτης ἐλθὼν εἰς τὸ Γαζακὸν ἐγενήθη ὀπίσω αὐτοῦ καὶ ἠκολούθει, τῶν Ῥωμαίων δαπανώντων ἔμπροσθεν τὰς τροφάς. αὐτὸς δὲ ὀπίσω ὡς κύων πεινῶν μόλις ἐκ τῶν ψιχίων αὐτοῦ ἐτρέφετο· καὶ ἐκ τοῦ μὴ εὑρίσκειν αὐτὸν δαπάνας πολλὰ τῶν ἀλόγων αὐτοῦ διεφθάρησαν. τῇ δὲ αʹ τοῦ ∆εκεμβρίου μηνὸς κατέλαβεν ὁ βασι318 λεὺς ποταμὸν μέγαν Ζάβαν, καὶ τοῦτον περάσας ἠπλήκευσε πλησίον Νινευὶ τῆς πόλεως. κατέλαβε δὲ καὶ ὁ Ῥαζάτης εἰς τὸ πέραμα ἐπακολουθῶν αὐτῷ καὶ κατελθὼν ἀπὸ τριῶν μιλίων εὗρεν ἄλλο πέραμα καὶ ἐπέρασεν. ὁ δὲ βασιλεὺς ἀποστείλας Βαάνην τὸν στρατηλάτην μετὰ ἐπιλέκτων στρατιωτῶν ὀλίγων εὗρε βάνδον τῶν Περσῶν, καὶ φονεύσας αὐτοῦ τὸν κόμητα ἤνεγκεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ σπαθὶν αὐτοῦ ὁλόχρυσον· καὶ πολλοὺς φονεύσας ζῶντας ἤνεγκεν κʹ, ἐν οἷς ἦν καὶ ὁ σπαθάριος τοῦ Ῥαζάτου· ὅστις καὶ ἀνήγγειλε τῷ βασιλεῖ, ὅτι πολεμῆσαι αὐτὸν βούλεται ὁ Ῥαζάτης, οὕτω κελευσθεὶς παρὰ Χοσρόου, καὶ