153
πρὸς τὰ ὑπὸ σοῦ ·ηθέντα ἀποκρίνασθαι προφάσεως διαμηχανῶμαι, ἐρῶ πρότερον πυνθανόμενός σου εἰ τὸ μὴ ἀλγεῖν ἦν, τί ἂν ἔτι ἦν ὁ πονηρός; καὶ ὁ Σίμων ἔφη· Oὐδέν. καὶ ὁ Πέτρος· Ἀρά γε τὸ πονηρὸν τὸ ἀλγεῖν ἐστι καὶ τὸ θανεῖν; καὶ ὁ Σίμων· Φαίνεται. <καὶ ὁ Πέτρος·> Oὐκ ἄρα ὑπάρχει τὸ πονηρὸν ἀεί, ἀλλ' οὐδὲ μὴν ὑπάρξαι δύναται· τὸ γὰρ ἀλγῆσαι καὶ θανεῖν τῶν συμβαινόντων ἐστίν, ὧν οὐθέτερόν ἐστι παρούσης εὐσθε- νείας. τί γάρ ἐστιν ἀλγεῖν ἤ τι ἀναρμοστεῖν; τί δὲ θάνατος ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος; οὔτ' οὖν ἁρμονίας οὔσης τὸ ἀλγεῖν ἔστι· τὸ γὰρ θανεῖν οὐδὲ ὅλως τῶν ὑπαρκτῶν ἐστιν, ὅτι θάνατος οὐδέν ἐστιν, ὡς ἔφην, ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος, οὗ συμβάντος τὸ μὲν σῶμα φύ- σει ἀναίσθητον Χν λύεται, ἡ δὲ ψυχὴ αἰσθητὴ οὖσα ζῶσα ὑπάρχει- ὅθεν ἁρμονίας οὔσης οὐκ ἀλγεῖν ἔστιν, οὐκ ἀποθανεῖν, ἀλλ' οὐδὲ μὴν βοτάναι θανάσιμοι, οὐχ ἑρπετὰ ἰοβόλα οὐδὲ ἄλλο τι τοιοῦτον, οὗ τὸ τέλος θάνατος. ὅθεν ἀθανασίας ἐπικρατούσης εὐλόγως πάντα γεγονότα φανήσεται. ὅπερ καὶ οὕτως ἔσται, ὁπόταν δικαιοσύνης αἰτίᾳ ὁ ἄνθρωπος ἀθάνατος γένηται τῆς τοῦ Χριστοῦ εἰρηνι<κῆς> ἐπικρατούσης βασι- λείας, ὅτε αὐτοῦ καὶ ἡ κρᾶσις εὔκρατός ἐστιν, ἵνα μὴ ὀξείας <πάσχῃ> ὁρμάς, ἔτι τε καὶ γνῶσις ἄπταιστος, ἵνα μή τι τῶν κακῶν ὡς ἀγαθὸν π<ροσαγορεύῃ, ἐκτός> τε ἀλγῶν ἔσται, ἵνα μὴ θνητὸς ᾖ. καὶ ὁ Σίμων ἔφη· Ταῦτα μὲν ὀρθῶς ἔφης· πλὴν ἐν τῷ νῦν κόσμῳ οὐ δοκεῖ σοι παντὸς πάθους δεκτι- κὸς εἶναι ὁ ἄνθρωπος; λέγω δὲ ἐπιθυμίας, ὀργῆς, λύπης καὶ τῶν τοιούτων. καὶ ὁ Πέτρος· Καὶ ταῦτα τῶν συμβαινόντων ἐστίν, οὐ τῶν ἀεὶ ὄντων· χρησίμως δὲ τῇ ψυχῇ συμβαίνοντα νῦν εὑρεθήσεται. ἥ τε γὰρ ἐπιθυμία ἐκ τοῦ πάντα καλῶς δημιουργήσαντος συμβαίνειν τῷ ζσῳ γεγένηται, ἵνα ὑπ' αὐτῆς ἀγόμενον πρὸς κοινωνίαν τὴν ἀνθρωπότητα πληθύνῃ, ἀφ' ἧς πλῆθος ἐκλογῆς κρειττόνων γίνεται πρὸς αἰώνιον ζωὴν ἐπιτήδειον. πλὴν ἄνευ ἐπιθυμίας τὴν πρὸς γυναῖκα κοινωνίαν οὐδεὶς ἂν ἀνεδέξατο, νῦν δὲ προ- φάσει ἡδονῆς ὡς ἑαυτῷ χαριζόμενος ὁ ἄνθρωπος τὸ ἐκείνου βούλημα ποιεῖ. πλὴν ἐάν τις τῇ ἐπιθυμίᾳ χρῆται πρὸς νόμιμον γάμον, οὐκ ἀσεβεῖ· πρὸς μοιχείαν δὲ ὁρμῶν δυσσεβεῖ καὶ διὰ τοῦτο τιμωρεῖται, ὅτι τῷ καλῶς τεθέντι ἐχρήσατο κακῶς. ἔτι τε ὁμοίως ἡ ὀργὴ ἐν ἡμῖν ἐξάπτεσθαι φύσιν ἔχειν εἴληφε παρὰ θεοῦ, ἵνα πρὸς ἄμυναν ἁμαρτημάτων ὑπ' αὐτῆς ἑλ- κώμεθα. πλὴν ἀμέτρῳ αὐτῇ τις χρησάμενος ἀδικεῖ, κατ' ἀξίαν δὲ χρώ μενος τὸ δίκαιον ἐκτελεῖ. ἀλλὰ καὶ λύπης ἐσμὲν δεκτικοί, ἵνα τὸ συμ- παθητικὸν ἔχωμεν ἐπί τε θανάτῳ οἰκείων, γυναικὸς ἢ τέκνων ἢ ἀδελ- φῶν ἢ γονέων ἢ φίλων ἢ ἄλλων τινῶν· ἐπείπερ εἰ τὸ συμπάσχειν οὐκ εἴχομεν, ἀπάνθρωποι ἂν ἦμεν. ὁμῶς καὶ τὰ ἄλλα πάντα οἰκείως εὑρε- θήσεται ἔχοντα, ἐάν γε διὸ γέγονε νοηθῇ. καὶ ὁ Σίμων· ∆ιὰ τί δὲ καὶ ἄωροι τελευτῶσι καὶ περιοδικαὶ νόσοι γίνονται, ἔτι μὴν καὶ δαίμονες καὶ μανίαι καὶ πάθη παντοδαπά, κολάζειν μεγάλως δυνάμενα, ὑπάρχει; καὶ ὁ Πέτρος· Ὅτι οἱ ἄνθρωποι τὰ πάντα αὐτῶν τῇ ἡδονῇ χαριζόμενοι ἀπαρατηρήτως κοινωνοῦσι καὶ οὕτως ἡ τῶν σπερμάτων καταβολὴ ἀκαί- ρως ἐπιδοθεῖσα φυσικῶς τὰ μυρία ἐκφύει κακά. ἐχρῆν δὲ αὐτοὺς λογί- ζεσθαι ὅτι ὡς τοῦ φυτεῦσαι καὶ σπεῖραι καιρὸς ἐπιτήδειος ὥρισται, οὕτω