Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ψευδομάντεις, καὶ τερατολόγοι, καὶ πολὺ λίαν ἐπιθαρσήσαντες τοῖς ἐκ γοητείας κακοῖς. Ὤοντο γὰρ ἴσως κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρὸς, οὐ τοσοῦτον, ὥς γε οἶμαι, ταῖς τῶν τακτικῶν ἐμπειρίαις, ὅσον ταῖς ἐπικουρίαις τῶν παρὰ σφίσι θεῶν. Ἀλλ' ἡμαρτήκασι τῆς ἐλπίδος, ἄψυχον ὕλην διὰ θυσιῶν τε καὶ λιτῆς καλέσαντες εἰς ἐπικουρίαν. 9Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ ὁπότε καὶ ἐλάλησεν.9 Αὕτη, φησὶν, ἡ ὅρασις, ἡ κατὰ τῆς Μωαβιτῶν λα- ληθεῖσα παρὰ Θεοῦ· ὁπότε καὶ ἐλάλησε, τοῦτ' ἔστιν, εἰ καὶ πρὶν τοὺς δι' ἐμοῦ γενέσθαι λόγους, πλεῖστά τε ὅσα λελάληκε περὶ αὐτῆς, καὶ ἐπὶ μυρίοις αὐτὴν κατῃτιᾶτο κακοῖς. Ὡς γὰρ ἔφην φθάσας, καὶ ὁ θε- σπέσιος Μωσῆς τῆς τοῦ ἔθνους διαμέμνηται δυστρο- πίας, καὶ ἐν τοῖς ὅτι μάλιστα κατεστυγημένοις ποιεῖ- σθαι προστέταχεν. Ἔφη γοῦν· Οὐκ εἰσελεύσεται Ἀμ-μανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς. Ἀπεκόμισέ ποτε καὶ τὸν Ἰσ-ραὴλ τῆς εἰς Θεὸν ἀγάπης, καὶ προσκυνεῖν ἀνέπεισε τῷ Βεελφεγὼρ, ταῖς εἰς αἰσχρότητα τεθηγμένον ἡδο- ναῖς, καὶ γυναίων ὥραις σεσαγηνευμένον εἰς ἀπώ- λειαν. Οὐκοῦν λελάληκε μὲν περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός. Καὶ νῦν δὲ δι' ἐμοῦ τοῦτο γέγονεν ἐπ' αὐτῆς τὸ ῥῆμα, φησίν. 9Καὶ νῦν λέγω, ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθω- τοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ, σὺν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλι- γοστὸς καὶ οὐκ ἔντιμος.9 Εἰς ἀνάμνησιν ἱστορίας ἡμᾶς καὶ νῦν ὁ προφη- τικὸς ἀποκομίζει λόγος. Ἀποφοιτήσασαι γὰρ τῶν Ἱεροσολύμων δέκα τοῦ Ἰσραὴλ φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ· προσ- κεκυνήκασι δὲ ταῖς χρυσαῖς· ἐνιέντος αὐτοὺς εἰς τοῦτο, καὶ δυσσεβῶς κατωθήσαντος Ἱεροβοὰμ τοῦ Νάβατ. Εἶτα καὶ ἑτέρας ἐπενόησαν ἐκεῖ τὰς ψευδο- 70.420 λατρείας ἕκαστοι τὸ δοκοῦν ἀνατιθέντες ὡς Θεόν. Ἀγανακτήσας τοιγαροῦν ἐπὶ τούτοις ὁ τῶν ὅλων Κύριος, ἅτε δὴ καὶ ὑβρισμένης αὐτοῦ τῆς δόξης, καὶ πεπατημένων τῶν πατρῴων θεσμῶν, μονονουχὶ κατ- εμισθώσατο τὸν Ἀσσύριον Σαλμανασὰρ καὶ ἐπαφῆ- κεν αὐτοῖς, ὃς καὶ πᾶσαν τὴν Σαμαρειτῶν κατεχει- ροῦτο γῆν, τρισὶν ὅλοις ἔτεσιν ἐνιζήσας αὐτῇ· κατὰ τὸν αὐτὸν τουτονὶ χρόνον ἥλω κατὰ κράτος ἡ Μωα- βιτῶν. Οὐκοῦν εἰ καὶ λελάληκε, φησὶ, καὶ πάλαι Θεὸς, ἀλλὰ καὶ νῦν λέγω, ὅτι ἐν τοῖς τρισὶν ἔτεσιν τῶν ἐτῶν τοῦ μισθωτοῦ, τοῦτ' ἔστι, τοῦ βασιλέως Ἀσσυρίων, ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Καὶ διά γε τούτων, ἤτοι τὴν παρὰ αὐτοῖς βασιλείαν φησὶν, ἢ καὶ κατὰ τὰ μεγέθη τῶν πόλεων, καὶ τὴν τῶν ἐνοικούν- των πληθὺν, ἢ τάχα που, τὴν ἐμπειροπόλεμον ἡλι- κίαν. Καταλειφθήσεται δὲ, φησὶν, ὀλιγοστὸς καὶ οὐκ ἔντιμος, τοῦτ' ἔστι, δαπανηθήσεται μὲν τῷ πολέμῳ πᾶν ὅπερ ἐστὶ τίμιον παρ' αὐτοῖς· οἱ δέ γε περιλει- φθέντες ὀλίγοι τε ἔσονται παντελῶς, ἀτιμώτατοί τε καὶ ἄνανδροι, καὶ τοῦ μηδενὸς ἄξιοι λόγου. Φοβερὸν οὖν ἄρα, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τὸ προσκρούειν ἀποτολμᾷν τῷ πάντα ἰσχύοντι, πῶς οὐχ ἁπάσης ἔσται πρόξενον συμφορᾶς; Σωτή- ριον δὲ καὶ τὸ ὑποκεῖσθαι φιλεῖν αὐτῷ, καὶ αὐτὸν εἰ- δέναι μόνον, καὶ τῶν τῆς πλάνης ἀρκύων ἀποφοιτᾷν, λέγειν τε αὐτῷ μετὰ διαθέσεως ἀγαθῆς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
{1ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ∆ΑΜΑΣΚΟΥ.}1 Γέγονε μὲν ἀλκιμωτάτη καὶ ἐπισημοτάτη πόλις ἡ ∆αμασκηνῶν· δυσσεβὴς δὲ
καὶ θεομάχος, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων παρά γε τῷ παναγίῳ Θεῷ· καὶ ἦν εἰδωλολάτρης, καὶ ταῖς Ἀσσυρίων βδε-λυρίαις τε ὁμοῦ καὶ ὑπεροψίαις κατ' οὐδένα παρα- χωροῦσα τρόπον. Προσκέκρουκε δὲ καὶ ἑτέρως τῷ πάντα ἰσχύοντι Θεῷ. Οἱ γὰρ ἐξ αἵματος Ἰσραὴλ, τοῦτ' ἔστιν, αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ ἀποφοιτήσασαι τῶν Ἱεροσολύμων, καὶ ἐν τῇ Σαμαρείᾳ κατοικήσασαι, προσκεκυνήκασι μὲν ταῖς δαμάλεσι ταῖς χρυσαῖς, κατενεγκόντος αὐτὰς εἰς τοῦτο, καὶ κατωθήσαντος ἀνοσίως Ἱεροβοὰμ τοῦ Ναβάτ· ἀποσκιρτήσασαι δὲ εἰσάπαν, καὶ