Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
αλώτων ὑμνεῖν τὸν Θεὸν μετὰ τὴν ἐπάνοδον ὑπισχνου μένων. Ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον. (A f. 351 b, B f. 292, E f. 134 b, H f. 182 b) Τουτέστι τριετῆ καὶ τέλειον· τοιαῦτα γὰρ ἦσαν τὰ κατὰ τὸν νόμον θύματα. -Ἰστέον δὲ ὅτι τότε μό σχος ἄῤῥην ἐθύετο, ἡνίκα ἡ Συναγωγὴ περιέπιπτεν ἁμαρτίᾳ· προσεφέρετο δὲ καὶ ὑπὲρ ἀρχιερέως. Ἐπεὶ οὖν ἀρχιερεῖς καὶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Χριστοῦ, καὶ κατ' αὐτοῦ τοὺς ὑπὸ χεῖρα διήγειραν, καὶ αἴτιοι τῆς αὐτῶν ἁμαρτίας ἐγένοντο, ἔδει δὲ τούτοις τῆς διὰ νόμου καθάρσεως, Οὐκ αἰσθη τὸν, ἔφη, μόσχον ἐγὼ προσφέρω, τὴν καθαρὰν δὲ θυσίαν καὶ ἀναίμακτον ἢν ἐν τῇ ἐμῇ Ἐκκλησίᾳ κατέστησα. Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν. (A f. 351 b) Φασὶ δὲ καὶ οἱ ἀπόστολοι περὶ τῶν δι' αὐτῶν πιστευσάντων εἰς Χριστὸν, ὅτι, ταῦτα γνόντες, οἱ τῷ πνεύματι πτωχοὶ ἀγαλλιαθήσονται. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ, καὶ ἡ γῆ, θά λασσα, κ.τ.λ. (A f. 352. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἅπασαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ καὶ αὐτὰ τὰ στοιχεῖα· οὐκ ἀπόχρη γὰρ ἡ μία γλῶττα τὰς θείας διηγήσασθαι χάριτας. ∆οξολογοῦσι δὲ καὶ Θεὸν ἀκαταλήκτως αἱ ἄνω δυνάμεις, συμπάσης ἐλευ θερωθείσης τῆς γῆς. Γέγονε δὲ καὶ τοῦτο κατόρθωμα τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, τοῦ συνάψαντος τοῖς ἄνω πνεύμασι τοὺς ἐπὶ τῆς γῆς, ἵνα μία καὶ ἡ αὐτὴ παρὰ πάντων τελεῖται λατρεία. Εἰ δὲ οἱ ἐν οὐρανοῖς ἐπὶ τῇ τῶν ἀνθρώπων χαίρουσι σωτηρίᾳ, καὶ 69.1177 αἰνοῦσιν ἐπὶ τούτῳ τὸν Θεὸν, πολλῷ μᾶλλον αὐτοὶ οἱ σωθέντες ἐπὶ τῆς γῆς αἰνέσουσι τὸν σώσαντα. ∆ιὸ πρόσ κειται "καὶ ἡ γῆ," ἵνα εἴπῃ· Πάντα αὐτὸν ὑμνεί τω τὰ ἄνω, τὰ κάτω. Ἀπὸ γὰρ τῶν κυριωτέρων τὰ κατὰ μέρος συμπεριέλαβεν. Ἐν δὲ τῇ θαλάσσῃ εἶπεν, ἐπειδὴ καὶ ἐν ταῖς νήσοις ἔμελλον τὸ σωτήριον τοῦ Θεοῦ παραδέχεσθαι. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. -Καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν. (A f. 352) Ὑψηλότερον δὲ, Σιὼν ἡ ἁγίων Ἐκκλησία, ἧς καὶ αἱ πόλεις ᾠκοδομήθησαν, αἱ ἀνεγηγερ μέναι ψυχαὶ ἐκ τοῦ τῆς ἀπιστίας ὀλίσθου δι' ἐξομο λογήσεως· Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. ∆οῦλοι δὲ Θεοῦ οἱ ἅγιοι ἀπόστολοι· σπέρμα δὲ αὐτῶν οἱ δι' αὐτῶν εἰς Χριστὸν πιστεύσαντες.
ΨΑΛΜΟΣ ΞΘʹ.
Εἰς τὸ τέλος, τῷ ∆αβὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σω σαί με Κύριον. (A f. 352 b)
∆ύναται δὲ καὶ ἀπὸ Χριστοῦ προσ άγεσθαι ὑπὲρ τῆς ἀνθρωπότητος, ἀξιούσης εἰς τὸ βοη θῆσαι αὐτῇ διαναστῆναι τὸν Θεόν. Οὕτω γὰρ συν έβαινεν ἐντραπῆναι μὲν τοὺς ἀνακειμένους αὐτῇ πολεμίους δαίμονας, εὐφρανθῆναι δὲ τοὺς ὅσοι χαί ρουσιν ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς. ∆ιὸ βοᾷ· Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. (A f. 352 b. Κυρίλλου καὶ Θεοδωρήτου.) ∆ια μάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. Ὑψηλότερον δὲ, οἱ δαίμονες οἱ ἐπὶ τῷ γενομένῳ μοι πάλαι πτώ ματι, διὰ τὴν τοῦ θανάτου κατάραν, ἐπαρθέντες καὶ ἐπιχαρέντες, μηκέτι μου κυριευσάτωσαν. Ἀξία δὲ τοῦ ∆αβὶδ ἡ εὐχή· οὐ γὰρ κατεύχεται τῶν εἰς χρή ματα ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων, ἀλλὰ τῶν εἰς ψυχὴν, ἤτοι δαιμόνων, καὶ τῶν συνεργούντων τοῦτοις πονηρῶν καὶ ἀπίστων ἀνθρώπων. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω-οἱ λέγοντές μοι· Εὖγε, εὖγε. (A f. 352 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Οἱ τοῖς ἐμοῖς, φησὶ, κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ' αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολὴν, καὶ μὴ ἀπολαύσαιεν τῆς εὐφροσύνης. Τὸ γὰρ, Εὖγε, ἔθος ἐστὶ λέγειν τοῖς ἀνθρώποις, ὅταν τινὸς τύχωσι τῶν καθ' ἡδονήν. Λέγουσι δὲ τοῦτο καὶ οἱ δαίμονες ἁμαρ τανόντων ἡμῶν· ἔστι δ' ὅτε καὶ γέλωτα ἐκπέμπουσιν ἐμπαίζοντες ἡμῖν. Πλὴν τῷ ἁμαρτάνοντι συμφέρει ἀποστραφῆναι εἰς τὰ ὀπίσω, διὰ μετανοίας παλινδρο μοῦντι ἐφ' ὃ καταλέλοιπεν