ἐπιρρήματα ὀξύνονται, οἷον κουρίξ, ἀντὶ τοῦ ἐκ κουρᾶς, ἤτοι ἀπὸ τριχῶν, ἀπρίξ, ἐπιμίξ, σεσημείωται τὸ πέριξ. (ῃ. 61-3) Ὅτι ἀπογνοὺς ὁ Νέστωρ τῆς διὰ χειρῶν βοηθείας τῶν βασιλέων φησίν, ὡς καὶ ἅπας εἴποι ἂν εἰς τὸ τῆς ἀνάγκης ἐφευρετικὸν ἀπιδὼν «ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα, εἴ τι νόος ῥέξει. πόλεμον δὲ οὐκ ἄμμε κελεύω δύμεναι, οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι», ἤγουν ἕλκος ἔχοντα, εἴτε πόρρωθεν εἴτε ἐγγύς. γενικὴ γὰρ ἡ λέξις, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. Καὶ ὅρα ὅτι παιδεύει ὁ ποιητὴς ἐνταῦθα, ὡς καὶ ἐν τοῖς δεινοτάτοις ἔστιν ἀνασφῆλαι διὰ φρονήσεως. (ῃ. 67) Ὅτι ἐν πολλαῖς Ὁμηρικαῖς λέξεσιν, ὡς καὶ ἐν ἄλλοις ἐτηρήθη, λείπει τὸ εὖ. καὶ ὅτε γοῦν εἴπῃ· τάφρος ὀρυκτή καὶ πύλας ποιητάς καὶ ἅρματα κολλητά καὶ ἄροτρον καὶ μέγαρον πηκτόν καί τι ἔργον τυκτόν, ἐν τοῖς τοιούτοις κατὰ τοὺς παλαιοὺς τὸ εὖ ἐξακούεται. διὸ καὶ νῦν ἐν τῷ «τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον», [ὡς καὶ πρὸ τούτων ἐν τῷ «σάκος τετυγμένον», περὶ οὗ προείρηται,] προσυπακουστέον τὸ εὖ, ἵνα ᾖ εὖ τετυγμένον καὶ ὡς εἰπεῖν εὔτυκτον. ὅπερ ἢ ἀπὸ τοῦ τεύχω γίνεται ἀπελεύσει τοῦ ˉε, ἵνα ᾖ τὸ ἀπαθὲς εὔτευκτον, ἢ ἀπὸ τοῦ τύκω, ἐξ οὗ καὶ τὸ «τετύκοντό τε δαῖτα» καὶ ἡ παρὰ τοῖς παλαιοῖς καὶ εἰσέτι δὲ νῦν τυκάνη, ᾗ, φασίν, ἀλοῶσιν, ἢ καὶ ἀπὸ τοῦ τύκου, ἐργαλείου οἰκοδομικοῦ, ὃ καὶ τυκίον λέγεται, ἀφ' οὗ καὶ τυκίζειν ῥῆμα παρὰ τῷ Κωμικῷ. καὶ τοιοῦτος μὲν ὁ ῥηθεὶς τύκος. Ὁ μέντοι παρὰ τῷ Παυσανίᾳ διὰ τοῦ ˉχ τύχος, ὡς ἐκεῖνός φησι, λιθοξοϊκόν ἐστι σιδήριον, ἀφ' οὗ ἀποτυχίσαι λίθον τὸ ἀποπελεκῆσαι. (ῃ. 67 ς.) Ὅτι ἐπὶ τῇ τάφρῳ καὶ τῷ τείχει κατὰ τὸν λόγον τοῦ βασιλέως «πόλλ' ἔπαθον ∆αναοί», ὅτε δηλαδὴ ἐποίουν αὐτά, «ἔλποντο δὲ θυμῷ ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι», ὃ δὴ καὶ πρὸ βραχέων ὑπὸ Νέστορος εἴρηται. Ἰστέον δὲ ὅτι τὸ «ᾗ ἔπι πόλλ' ἔπαθον» ὁμοίως πέφρασται τῷ «ᾧ ἔπι πόλλ' ἐμόγησα». 3.578 [Ἔνθα ὅρα τὸ ἔπαθον πλατύτερον ὂν τοῦ μογῆσαι. τὸ μὲν γὰρ μογεῖν ἐπίπονον, τὸ δὲ παθεῖν καὶ ἐπὶ ἡδέων καὶ ἐπὶ μέσων λέγεται.] Ὅτι τὸ «ᾔδεα» καὶ ἐνταῦθα κεῖται διαλελυμένον ἐκ τοῦ ᾔδειν Ἰωνικῶς, οὗ μνήμη καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἦν. (ῃ. 71-3) Φησὶ γὰρ ὁ βασιλεὺς «ᾔδεα γὰρ ὅτε πρόφρων ∆αναοῖσιν ἄμυνεν», ὁ Ζεὺς δηλαδή, «οἶδα δὲ νῦν ὅτι Τρῶας μὲν ὁμῶς μακάρεσσι θεοῖσιν», ἤγουν οἷα καὶ θεούς, «κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν», ἃ δὴ παρῳδηθήσεταί ποτε καὶ εἰς ἑτέραν τινὰ δυσπραγίαν. (ῃ. 73) Ὅρα δὲ τὸ «ἔδησε», δι' οὗ βίαν τε τοῦ ∆ιὸς δηλοῖ καὶ παντελῆ ἀπραξίαν τῶν Ἀχαιῶν. Τὸ δὲ «κυδάνει» ὅμοιον τῷ «μελάνει δέ τε πόντος», ὅ ἐστι μελαίνεται, καὶ τῷ «ἀλλά μοι κραδίη οἰδάνει», ἤγουν οἰδαίνεται. (ῃ. 74-9) Ὅτι ὁ βασιλεὺς ἢ μὴ ὁρῶν τὸ χρειῶδες διὰ τὴν ἐκ τοῦ λυπεῖσθαι σύγχυσιν ἢ καὶ τῶν ἀριστέων ἄρτι μόνων ἀποπειρώμενος, ὡς ἀλλαχοῦ ὅλου ἀπεπειράσατο τοῦ πλήθους, πρῶτα μὲν λαλεῖ μετὰ τὴν τοῦ Νέστορος δημηγορίαν, ὅπερ οἰκεῖον συμβούλῳ «ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες», εἶτά φησιν, ὅτι «νῆας, ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης, ἕλκωμεν, πάσας δὲ ἐρύσομεν εἰς ἅλα δῖαν, ὕψι δ' ἐπ' εὐνάων ὁρμίσομεν, εἰς ὅ κεν», ἤγουν ἕως, «ἔλθῃ νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο Τρῶες, ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας». (ῃ. 80 ς.) Εἶτα αἰσθόμενος, ὡς αἰσχρὰ συμβουλεύει ὁ εἰπὼν ἀλλαχοῦ «ἰδρώσει μέν τευ τελαμὼν ἀσπίδος» καὶ τὰ ἑξῆς, καὶ εἰδὼς ὡς λειποτακτεῖ οὕτως αὐτὸς ὁ ἀπειλήσας τοῖς φυγομαχοῦσι, καὶ διὰ τοῦτο κρίνας, ὡς αἰσχρόν ἐστι δραπετεύειν τὴν μάχην, καὶ ταῦτα νυκτός, κατασκευάζει γνωμικῶς τὸ συμβουλευθέν, χρωματίζων αὐτὸ εἰς δῆθεν εὔλογον, καί φησιν· «οὐ γάρ τις νέμεσις φυγέειν κακὸν οὐδ' ἀνὰ νύκτα. βέλτερον, ὃς φεύγων προφύγῃ κακὸν ἤπερ ἁλῴη», ἢ καὶ ἄλλως, «ἠὲ ἁλῴη». ὃ δὴ παράφρασίς ἐστι τοῦ «οὐ γάρ τις νέμεσις φυγέειν κακόν», διττολογήσαντος καὶ νῦν καιρίως τοῦ ποιητοῦ διὰ πιθανότητα καὶ σαφήνειαν. Ἔνθα ὅρα ὡς οὐκ εἶπεν «οὐ γάρ τις νέμεσις φυγεῖν πόλεμον» - ἀγεννέστατον γὰρ τοῦτό γε καὶ νεμεσητόν. -, ἀλλ' ἐσχημάτισεν εἰπὼν «φυγέειν κακόν». διὸ οὐδὲ φεύγωμεν ἀπολύτως εἶπε καὶ σαφῶς, ὡς ἀλλαχοῦ, ἀλλ' ἐν