1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

153

ὀχύρωμα τῇ Ἱερουσαλήμ, ἐποι κοδομήσας αὐτὴν τείχει μεγάλῳ καὶ πύργοις ὀχυροῖς καὶ ἐγκατοικίσας στράτευμα καὶ ὅπλα καὶ τροφὰς ἀποθέμενος. καὶ μετὰ ταῦτα ἀπέστειλεν Ἀντίοχος γέροντα Ἀθηναῖον, καταναγκάζοντα τὸ ἔθνος ἑλληνίζειν καὶ πᾶσαν τὴν κατὰ νόμον ἀποπαῦσαι λατρείαν· καὶ ἐν τῷ ναῷ ∆ιὸς Ὀλυμ πίου στησάμενος ἄγαλμα τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς Χασελεῦ, ἔτει κατὰ τὸν Ἰώσηππον ρμεʹ, ἐν δὲ Σαμαρείᾳ ∆ιὸς ξενίου, τά τε βιβλία τοῦ νόμου κατα σχίζειν προσέταξε καὶ ἐμπιπρᾶν, τοὺς δὲ περιτεμνομένους θανατοῦν, καὶ τὰ νεκρὰ τῶν βρεφῶν κρεμᾶν ἐκ τῶν τραχήλων τῶν μητέρων, καὶ πολλοὶ ἐξ Ἱερουσαλὴμ ἀπέθανον ὑπὲρ τῶν πατρίων νομίμων. 338 Τότε Ματθίας τις ἱερεὺς τῶν υἱῶν Ἰωαρείμ, υἱὸς Ἰωάννου τοῦ Συμεών, ἐξελθὼν ἀπὸ Ἱερουσαλὴμ ἐκάθισεν ἐν Μωδεείν, καὶ αὐτῷ υἱοὶ εʹ, Ἰωάννης ὁ ἐπιλεγόμενος Γάδδης, Σίμων ὁ καλούμενος Θάσος, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ἐλεάζαρος ὁ καλούμενος Ἀβαράν, Ἰωνάθας ὁ καὶ Σαπφοῦςοὗτος ἐθρήνει τὴν πόλιν καὶ τὸ σύντριμμα τοῦ γένους σὺν τοῖς υἱοῖς, περι θέμενος σάκκους, ἐλθόντα δὲ τὸν παρὰ τοῦ βασιλέως καταναγκάζοντα θύειν τοῖς εἰδώλοις, ὡς εἶδε τινὰ προσελθόντα Ἰουδαῖον ἐπὶ τὸν βωμὸν ἐν Μωδεεὶν τῇ πόλει, δραμὼν ἔσφαξεν αὐτὸν καὶ τὸν ἄνδρα τὸν παρὰ τοῦ Ἀντιόχου ἀναγκάζοντα θύειν, ὡς Φινεὲς τὸν Ζαμβρὶ υἱὸν Σαλὼμ καὶ τὴν Μαδιανῖτιν. καὶ ἐξῆλθε φεύγων σὺν τοῖς υἱοῖς καὶ ἄλλοις ὁμογνώμοσι πλείστοις εἰς τὴν ἔρημον. οἷς ἐπιπέμψας ὁ βασιλεὺς στράτευμα ἐν ἡμέρᾳ σαββάτου ἀνεῖλεν αὐτῶν ἀμφὶ τοὺς α. Ματθίας δὲ βουλευσάμενος σὺν τοῖς φίλοις ἔγνω καλὸν εἶναι πολεμεῖν ὑπὲρ τῶν νομίμων ἐν σάββασι. καὶ ἐκράτησε πολλῶν καὶ πόλεις ἠλευθέρωσε καὶ βωμοὺς κατεστρέψατο. Οὗτος ἀποθνήσκων περὶ εὐσεβείας τοῖς σὺν αὐτῷ διελέχθη, καὶ τοὺς υἱοὺς ἀντ' αὐτοῦ κατέστησεν ἄρχοντας τοῦ λαοῦ, ὧν Ἰούδας ἡγεῖτο ὁ Μακ καβαῖος. πρὸς τοῦτον Ἀπολλώνιος Ἀντιόχου στρατηγὸς παραταξάμενος μετὰ δυνάμεων Σύρων καὶ Σαμαρέων ἀναιρεῖται σὺν πολλοῖς. Ἔπειτα Σήρων ἄρχων δυνάμεως Συρίας ἐπελθὼν Ἰουδαίοις μετὰ δυνά μεως μεγάλης ἀναιρεῖται σὺν πολλοῖς. πρὸς ταῦτα ἀγανακτήσας Ἀντίοχος, μέλλων ἐπὶ τὴν Περσίδα πορεύεσθαι διὰ φόρων συναγωγήν, ἐκέλευσε Λυ σίαν τὸν ἐπὶ τῶν πραγμάτων Ἰουδαίοις πολεμεῖν· ὃς Πτολεμαῖον καὶ Γορ γίαν καὶ Νικάνορα στρατηγοὺς ἐκπέμπει, οἰόμενος τὸν Ῥωμαϊκὸν φόρον τὰ α τάλαντα ἐκ τῶν Ἰουδαϊκῶν λαφύρων παριστᾶν. συμβαλόντες δὲ περὶ Ἐμμαοῦντα τοῖς Ἰουδαίοις ἡττῶνται δεινῶς, καὶ τῷ ἐφεξῆς ἔτει ὁμοίως πάσχουσιν Ἕλληνες. τότε Ἰούδας ἐλθὼν εἰς Ἱερουσαλὴμ τὸν ναὸν ἐκάθηρε τῶν βδελυγμάτων, πολιορκῶν τοὺς ἐν τῇ ἄκρᾳ φρουροῦντας καὶ 339 τειχίζων τὴν πόλιν, τοῖς τε ἐν τῇ Ἀκραβεττήνῃ Ἰουδαίοις ἐπολέμει καὶ Ἀμμανίταις καὶ Τιμοθέῳ ἐπικειμένῳ τῇ Γαλααδίτιδι. Τυρίοις δὲ καὶ Σι δωνίοις καὶ Πτολεμαΐδοις πορθοῦσι τὴν Γαλιλαίαν τὸν ἀδελφὸν ἔπεμψε Σίμωνα καὶ πάντας ἀπέστησεν. ἐν οἷς κατὰ Ἰώσηππον ἐπίτροπον τῆς πόλεως ὑπὸ Ἰούδα κατασταθέντα καὶ ἡ κατὰ Ἰαβανίαν πόλιν ἀποτυχία αὐτοῦ· εἶτα Ἰούδα τιμωρία εἰς Ἰόππην καὶ τοὺς ἐν αὐτῇ διὰ τοὺς ὑπ' αὐτῶν καταποντωθέντας Ἰουδαίους καὶ ἡ κατὰ Ἰαβινίας καὶ Τιμοθέου εὐδοκίμησις Ἰούδα. Ἀντίοχος δὲ ὁ βασιλεὺς Ἐλυμαΐδι πόλει Περσικῇ διὰ πλοῦτον πολὺν ἀποκείμενον ἐν αὐτῇ προσβαλὼν εἰς πόλεμον ἀποτυγχάνει. ἀπαγγελθέν των δὲ αὐτῷ καὶ τῶν Ἰούδα ἀριστευμάτων νόσῳ περιελθὼν ἀθυμίας καὶ ἀυπνίας δεινῶς θνήσκει. Λυσίας δὲ τὸν αὐτοῦ παῖδα Ἀντίοχον ἀνατρέφων Εὐπάτορα προσαγορεύσας ἐπὶ τῆς ἀρχῆς καθιστᾷ, μετὰ δυνάμεώς τε πολ λῆς καὶ ἐλεφάντων κατὰ Ἰουδαίων ἐπιστρατεύει. κρατερᾶς δὲ μάχης συστά σης καὶ τοῦ βασιλικοῦ θηρίου ὑπὸ Ἐλεαζάρου τοῦ Σαυαρὰν ἀναιρεθέν τος ὁ βασιλεὺς Ἰουδαίοις ἐσπείσατο. καὶ εἰσελθὼν εἰς τὴν πόλιν καθεῖλε τὸ τεῖχος μετὰ τοὺς ὅρκους, Ἰούδαν καταλιπὼν ἄρχειν μέχρι Πτολεμαΐδος. Καὶ ἀναζεύξας εἰς Ἀντιόχειαν ὀξέως κατὰ Φιλίππου ἐκ Περσίδος ἐπαν ελθόντος σὺν ταῖς δυνάμεσι καὶ