153
μάλιστα ᾤετο ὑποκλέψειν τὴν πειθὼ αὐτοῖς. ἔφη γὰρ τὸ μὲν περὶ Ἰωάννου τοῦ πρεσβυτέρου πείθειν εἰς τὸν πατριαρχικὸν ἀνάγειν θρόνον, οὐδ' αὐτῷ δοκεῖν εἶναι δεῖν, μάλιστα βουλομένῳ τὰ κατὰ γνώμην αὐτοῖς ποιεῖν καὶ μηδὲν ἀηδὲς μήτ' ἀβούλητον προσαναγκάζειν· ἑτέρας δὲ ἐκκλησίας σκέψασθαι εἴγε δίκαιον προστάτην ἀποδεῖξαι. πάντως δὲ οὐδ' ἂν εἴη τοῦ τοιούτου κώλυμα, ἕως ἂν μηδεὶς αὐτῷ ἔχῃ περὶ τῆς ἱερωσύνης ἔγκλημα ἐπενεγκεῖν. οἱ δὲ μηδὲν τῶν μελλόντων ὑποπτεύσαντες, μηδὲ τοῦτο ἐννοήσαντες, ὡς τοῖς σφετέροις 1.434 αὐτῶν ἁλώσονται βρόχοις, αὐτοὶ ἡδέως τε ἐδέξαντο τοὺς λόγους οἰόμενοι κεκρατηκέναι καὶ ἐπεψηφίζοντο προθύμως, Θεσσαλονίκης ἱεράρχην ἀποδεῖξαι τὸν Ἰωάννην. ἐπεὶ δὲ εἰς ἓν συνῆλθον ἅπαντες ταῖς γνώμαις, ἐκέλευε γράμμασι τὰ ἐψηφισμένα ἐπιβεβαιοῦν· οἱ δ' ἔγραφον τὸ ψήφισμα αὐτίκα. ἐπεὶ δ' ἐν χερσὶ τοῦτο εἶχεν ὁ μέγας δομέστικος λαβὼν, «τοῦτο μὲν» εἶπε «καλῶς καὶ ᾗ προσῆκεν ἐγεγόνει, καὶ χάριν ἂν ὑμῖν εἰδείην καὶ αὐτὸς τούτου ἕνεκα πολλήν. πυθέσθαι δὲ ὑμῶν βούλομαι ἐκεῖνο· ἂν ἔρηται ὁ βασιλεὺς, ὅτι, εἰ τοῖς ἀρχιερεῦσι πολλὰ σκεψαμένοις καὶ τὰ δίκαια ποιοῦσιν ἔδοξε τὸν πρεσβύτερον Ἰωάννην ψηφίσασθαι ἀρχιερέα καὶ οὐδεμία τις ἐφάνη αἰτία κωλῦσαι δυνατὴ, ἀλλὰ πᾶσιν ἔδοξεν ὁμοῦ ψήφῳ κοινῇ τῆς ἱερᾶς ἄξιος λειτουργίας ταυτησὶν, ἀνθ' ὅτου μὴ καὶ πρὸς τὸν πατριαρχικὸν, ἐμοῦ βουλομένου, ἀναχθείη θρόνον; ἂν ταῦτα λέγῃ, τί ἐροῦμεν ἢ τίνα εὐπρόσωπον ἀπολογίαν ἀποδῶμεν ἄν; διδάξατε αὐτοί.» Τῶν δὲ φαμένων, ὅτι «ἐπειδὴ τὸ ψήφισμα ἐπὶ τούτοις ἐποιησάμεθα, ὅτι Θεσσαλονίκης μὲν ἤ τινος ἄλλης ἐκκλησίας ἡγεμόνα δέχεσθαι τὸν Ἰωάννην, πατριάρχην δὲ μή»· «οὐκοῦν ἔδει» εἶπε «καὶ ἀνάγκην τινὰ προσεῖναι τῷ λόγῳ. εἰ μὲν γὰρ ἄλλην τινὰ χάριν ἢ δύναμιν ἄνωθεν ἐκ ταμίου δωρεῶν δέχεται ὁ πατριάρχης, ἣν οὐκ ἔξεστι λαμβάνειν καὶ τοῖς ἄλλοις ἱεράρχαις, ἔχοι ἄν τινα πρόφασιν ὁ λόγος· εἰ δὲ τοῦτο μὲν οὐκ ἔστι, πᾶσι δὲ ἐπίσης καὶ τῆς μείζονος καὶ τῆς ἐλάσσονος πόλεως ἐπισκόποις μέτεστι δω 1.435 ρεᾶς, αἱ τιμαὶ δὲ καὶ αἱ λαμπρότητες τῶν θρόνων κεῖνται παρὰ βασιλεῖ καὶ ἔξεστιν αὐτῷ καὶ τὸν μικρᾶς πόλεως ἐπισκοπεῖν ἄξιον κριθέντα ἐπὶ τὴν μείζονα ἀνάγειν, τί δεῖ ἀπέραντα πονοῦντας, ἀπολογίας οὕτω σαθρὰς καὶ εὐκαταλύτους συναγείρειν καὶ προσκρούειν εἰκῇ δοκεῖν τῷ βασιλεῖ; ἐφ' ἃ μὴ δέον ἀντιλέγοντας, ἀλλὰ μὴ μικρὸν τῆς φιλονεικίας ὑπενδόντας, ψηφίσασθαι τὰ κατὰ γνώμην βασιλεῖ, καίτοι γε τοῦ δικαίου καὶ εὐλόγου οὐ μακρὰν ἀφεστηκότα. τὸ γὰρ ἡμέτερον ἐῶ, εἰ δή τις χάρις καὶ ἐμοῦ κεῖται παρ' ὑμῖν.» Τοιαῦτα εἰρηκότος πρὸς αὐτοὺς, μόλις μὲν, νοῦν δὲ ὅμως ἔσχον, ὡς τοῖς οἰκείοις ἑάλωσαν πτεροῖς καὶ ἀναλῦσαι οὐκ ἔστι τὰ ἐψηφισμένα. καὶ πρὸς ἀλλήλους μὲν ἑώρων ὡς ἠπατημένοι, ὅμως δὲ καὶ ἄκοντες ἐπεψηφίζοντο τὸν Ἰωάννην πατριάρχην, πολλὰ τοῦ μεγάλου δομεστίκου πρότερον καὶ πρὸς ἕκαστον ἰδίᾳ καὶ πᾶσι κοινῇ διειλεγμένου καὶ πείθοντος, τοὺς μὲν, ὅτι ἦσαν εὖνοι πρότερον αὐτῷ, τοὺς δ', ὅτι καὶ αὐτοὶ ἐδέοντο αὐτοῦ τοῖς πράγμασιν ἐφεστηκότος τὴν εἰς τὸ μέλλον οἰκείωσιν προμνωμένους αὑτοῖς. οὕτω μὲν δὴ ὁ Ἰωάννης σπουδῇ πολλῇ τοῦ μεγάλου δομεστίκου πατριάρχης ἐψηφίσθη, οὐδενὸς ἂν ἑτέρου πείσαντος, εἰ μὴ αὐτὸς παρῆν, καὶ ἐχειροτονήθη μετὰ μικρόν. κβʹ. Βασιλεὺς δὲ ἐπεὶ ἡ κατὰ Βυζάντιον αὐτῷ διατριβὴ εἶχεν ἱκανῶς, ἐξῄει πρὸς τὰς κατὰ Θρᾴκην πόλεις. ἔνθα διατρίβοντι ἠγγέλθη ὡς τὸν Ἑλλήσποντον διαβᾶσα στρατιὰ Περσῶν ἱππικὴ καὶ εἰς δύο διαιρεθεῖσα, οἱ μὲν αὐτῶν περὶ Κισ 1.436 σὸν καὶ Πολύβοτον καὶ Ἀκονίτην, πόλεις Θρᾳκικὰς, ἐπερχόμενοι δῃοῦσιν· ἡ δ' ἐχώρησε πρὸς Ῥαιδεστόν. συναθροίσας δὲ στρατιὰν ὅσην μάλιστα ἐνῆν ἐπὶ Ῥαιδεστὸν ὀξέως ἐβοήθει. καὶ συμβαλὼν τοῖς τὰ ταύτῃ χωρία ληϊζομένοις, ἐκράτησε μάχῃ, καὶ τοὺς μὲν ἀπέκτεινεν αὐτῶν, τοὺς δὲ ἠνδραποδίσατο, διαδράντων τινῶν εὐαριθμήτων. ἡ δὲ κατὰ τὸ Πολύβοτον ἑτέρα μοῖρα τῶν Περσῶν πυθόμενοι ὡς βασιλεὺς τοὺς ἑτέρους ἀνδραποδισάμενος χωρεῖ καὶ κατ' αὐτῶν, τὴν λείαν τάχιστα καὶ ὅσοι ἦσαν αἰχμάλωτοι λαβόντες, ἐπεραιώθησαν πρὸς ἕω. βασιλεὺς δὲ ἐλθὼν