153
̓Αλεξάνδρῳ ἀκηκοέναι Σαλώμης λεγούσης ἐρᾶν τὸν ̔Ηρώδην Γλαφύρας. ̓Αλέξανδρος δὲ πρὸς τὸν λόγον ἐκ ζηλοτυπίας τετάρακτο, καὶ τὴν ὀδύνην οὐκ ἐνεγκὼν τὰ ὑπὸ τοῦ Φερώρα λεχθέντα τῷ πατρὶ κατεμήνυσεν. ὁ δ' ̔Ηρώδης περιπαθήσας καὶ τὸ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων θορυβηθείς τε μεταπέμπεται τὸν Φερώραν, καί "κάκιστε" ειπε, "τοιαῦτα καθ' ἡμῶν λαλήσας πότερον οιει λόγον εἰς τὴν ψυχὴν τοῦ παιδὸς η ξίφος εἰς τὴν δεξιὰν αὐτοῦ ἐμβαλεῖν;" Φερώρας δὲ Σαλώμην εφη ταῦτα συμπείσειν, κἀκείνης ειναι τοὺς λόγους. ἡ δὲ ἀπηρνεῖτο καὶ τῶν τριχῶν ἐπεδράττετο καὶ ἐστερνοτυπεῖτο, διὰ δὲ τὴν τῶν τρόπων οὐκ ἐπιστεύετο κακοήθειαν. τέλος δὲ ὁ βασιλεὺς καὶ τὸν ἀδελφὸν καὶ τὴν ἀδελφὴν ἀπεπέμπετο, τὸν υἱὸν δὲ τῆς ἐγκρατείας ἐπῄνεσε καὶ τοῦ πρὸς αὐτὸν τοὺς λόγους ἀνενεγκεῖν. Ετερον δέ τι συνέπεσε ταραχὰς αυθις ἐγεῖραν κατὰ τὴν οἰκίαν τῷ βασιλεῖ. ησαν αὐτῷ εὐνοῦχοι σπουδαζόμενοι διὰ κάλλος, ων ὁ μὲν οἰνοχοεῖν, ὁ δὲ δεῖπνον προσφέρειν, ὁ δὲ κατευνάζειν αὐτὸν ἐτέτακτο. τούτους ὑπ' ̓Αλεξάνδρου χρήμασι διαφθαρῆναι μηνύεται. καὶ βασάνοις ἐκδοθέντες οἱ ἐκτομίαι μίξιν μὲν αὐτῶν γενέσθαι πρὸς τὸν νεανίαν ἀνωμολόγουν, 1.385 αλλο δὲ οὐδὲν κατὰ τοῦ πατρὸς συνειδέναι τῷ ̓Αλεξάνδρῳ. ἐπιτεινόντων δὲ τῶν βασανιζόντων τὰς μάστιγας ελεγον ὡς ειη δυσμένεια καὶ μῖσος ̓Αλεξάνδρῳ πρὸς τὸν πατέρα, παραινοίη δὲ ̔Ηρώδην μὲν ἀπεγνωκέναι διὰ τὸ γῆρας, αὐτῷ δὲ προσέχειν, ὡς τῆς βασιλείας αὐτῷ περιελευσομένης, καν μὴ βούληται ὁ πατήρ, καὶ διὰ τὸ γένος καὶ διὰ τὴν τῶν ἡγεμόνων καὶ τῶν φίλων διάθεσιν. τούτων ἀκούσας ̔Ηρώδης περίφοβος ην καὶ πρὸς πάντας ὑποψίας ειχε καὶ μίση, πολλοῖς δὲ τῶν φίλων καὶ τὴν εἰς τὰ βασίλεια πρόσοδον ἀπηγόρευσε. πάντων δ' αιτιος ἐτύγχανεν ὁ ̓Αντίπατρος. πρῶτον μὲν ουν οσους ῳετο πιστοὺς ̓Αλεξάνδρῳ βασάνοις ὁ ̔Ηρώδης ἐξήταζεν, ει τι κατ' αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν εχοντες λέγειν. εις δέ τις τὰς βασάνους μὴ φέρων ειπε λέγειν ̓Αλέξανδρον, ἐπαινούμενον διὰ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ εὐστόχως βάλλειν ἐκ τόξου καὶ ταλλα, οτι ει τι παρὰ τῆς φύσεως αὐτῷ δέδοται καλὸν η ἐξ ἀσκήσεως προσεγένετο, εἰς δυστύχημα περιίσταται· αχθεσθαι γὰρ ἐπὶ τοῖς καλοῖς αὐτοῦ τὸν πατέρα. προσετίθει δὲ ὡς καὶ βουλεύσαιτο σὺν ̓Αριστοβούλῳ ἐν κυνηγεσίῳ ἀνελεῖν τὸν πατέρα καὶ εἰς ̔Ρώμην φυγεῖν τὴν βασιλείαν μετελευσόμενος. εὑρέθη δὲ καὶ γράμματα ̓Αλεξάνδρου πρὸς τὸν ὁμαίμονα μὴ δίκαια λέγοντα ποιεῖν τὸν πατέρα προτιμῶντα τὸν ̓Αντίπατρον. ἐπὶ τούτοις συλλαβὼν εδησε τὸν ̓Αλέξανδρον. εσπευδε δὲ καὶ μεῖζόν τι λαβεῖν τεκμήριον κατὰ τοῦ υἱοῦ, ινα μὴ προπετῶς δόξῃ αὐτὸν δεδεκώς. πολλοὺς ουν καὶ τῶν ἐν τέλει βασανίζων διέφθειρε, μηδὲν εἰπόντας οιον ἐκεῖνος ῳετο. ὡς δέ τις τῶν νεωτέρων ἐν ταῖς ἀνάγκαις ἐγένετο, ἐπιστέλλειν ελεγε τὸν ̓Αλέξανδρον τοῖς ἐν ̔Ρώμῃ 1.386 φίλοις, ἀξιοῦντα κληθῆναι ὑπὸ τοῦ Καίσαρος, μηνύσοντα Μιθριδάτην τὸν βασιλέα Πάρθων τῷ πατρὶ φιλιωθέντα κατὰ ̔Ρωμαίων· ειναι δὲ αὐτῷ καὶ φάρμακον κατεσκευασμένον ἐν ̓Ασκάλωνι. ταῦτα ̔Ηρώδης τῆς προπετείας ἐλογίζετο παραμύθιον. τὸ μέντοι φάρμακον εὐθὺς ζητηθὲν οὐχ εὑρέθη. διὰ δὲ τὴν τῶν κακῶν ὑπερβολὴν ὁ ̓Αλέξανδρος φιλονείκως διατεθείς, καὶ βουληθεὶς ἀμύνασθαι τοὺς ἐχθρούς, ιν' αὐτῷ συναπόλωνται, γράμματα πέπομφε τῷ πατρὶ ὡς οὐδὲν δεῖ βασανίζειν· μελετηθῆναι γὰρ τὴν ἐπιβουλήν, καὶ ταύτης μετέχειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων· Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν αὐτῷ μιγῆναι καὶ ακοντι· ἀλλὰ καὶ πάντας εἰς ταὐτὸν ηκειν, ιν' ἐκ μέσου γεγονότος αὐτοῦ ἀπαλλαγεῖεν τοῦ ἀεὶ φθαρήσεσθαι προσδοκᾶν. ̓Αρχέλαος δὲ ὁ τῶν Καππαδοκῶν βασιλεὺς ταῦτα μαθών, καὶ ἀγωνιῶν ὑπέρ τε τῆς θυγατρὸς καὶ τοῦ κηδεστοῦ, παραγέγονε, καὶ εὐφυῶς μετῄει τῶν λυπούντων τὴν ἐπανόρθωσιν, τοῦ μὲν νεανίσκου καταγινώσκων, ἐπιεικῆ δὲ τὸν ̔Ηρώδην ἀποκαλῶν, τόν τε γάμον διαλύειν ελεγε. τοιαῦτα δὲ λέγοντος τοῦ ̓Αρχελάου ἐνεδίδου τῆς χαλεπότητος ὁ