1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

153

τοῦ κυβερνήτου. Ἀλλὰ μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοί. Ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ ∆εσπότῃ, παιδεύοντι δὲ μὴ προστιθέμενοι· καίτοι ποτὲ κρείσσων ὑγείας νόσος, καὶ ὑπόμνησις ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγχωρήσεως. Μήτε διὰ τὰς συμφορὰς πίπτωμεν, μήτε διὰ τὸν κόρον ὑβρίζωμεν. Μήτε ὑγείαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον δια 95.1528 πτύωμεν, μηδὲ πλούτῳ ῥέοντι προστιθώμεθα, μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη, καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ' εἴδωμεν καὶ ὑγείαν περιφρονεῖν ἀσύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας. Μήτε ἀθυμῶν ἀπελπίσῃς εὐημερίαν, μήτε εὖ καὶ καλῶς πράττων, ἀθυμίαν. Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία ῥοπὴ καιροῦ πολλὰς πραγμάτων μεταβολάς. Ἕως ἐξουρίας πλεῖς, φοβήθητι τὸ ναυάγιον, καὶ ἧττον ναυαγήσεις, τῇ δειλίᾳ βοηθῷ χρώμενος. Μὴ μέγα εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας. Μήτε τὸ ἀλγεινὸν ἀπαραμύθητον, Μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον. Ὅτ' εὐπλοεῖς μάλιστα μέμνησο ζάλης. Μὴ σφόδρα ἐπαίνει τοῦ βίου τὸ εὔδρομον, Ὁ μεῖζον εἰδὼς τῶν ὁρωμένων φρονεῖν, Μήπως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον, Σοὶ δὲ ἐπίκρημνον τοῦ βίου τὸ εὐπετές. Ἐμοῦ τὸ λυπηρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν. Βοῶν ποτε ἴδες, τὸν μὲν ἐν φάτνῃ μέγαν, Ἐπηρμένον, στίλβοντα τῇ εὐπραγίᾳ. Τραχηλιῶντα, τὸν κάτω νενευκότα. Ῥικνὸν δὴ συμβόλοις γεωργίας· Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον, Τὸν δὲ τρέφοντα αὐτόν τε καὶ δεσπότην. Τούτων τίς ἐστιν εὐτυχέστερος, Εἰπέ. Οὐχ ὁ στενός τε καὶ ζυγῷ τετριμμένος; Εὔδηλον· ἀλλὰ σοί γε τὸ πλάτος φίλον, Κἂν ᾖ κακόν τε καὶ κακῶς συγκείμενον. Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσεις, Ἢ καὶ φρενοπλὴξ ἰσχύειν σοι φαίνεται. Τὸ δὲ ἡδὺ πάντων φάρμακον σωτήριον, Οὗ καὶ τὸ πικρὸν ἐξέωσε πολλάκις. Τὸ δὲ ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πολλὰ ἄγει, ∆έον μὴ δέχεσθαι πᾶσαν οἴακος στροφὴν, Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ. Τάφος, καὶ φθορὰ, καὶ κόνις, τὸ τῆς βιωτικῆς εὐημερίας συμπέρασμα. Χρὴ μήτε ἀγαθά τινα προστεθεικέναι τούτοις ἀνθρώποις οὖσιν, μήτε αὖ κακὰ ἀπεχθάνεσθαι αὐτοῖς, ἀλλ' ἐπάνω εἶναι ἀμφοῖν, τὰ μὲν πατοῦντα, τὰ δὲ τοῖς δεομένοις παραπέμποντα. Πλέκει ταῦτα δι' ἀλλήλων ὁ Θεὸς, ἐμοὶ δοκοῦν, ἵνα μήτε τὸ λυποῦν ἀθεράπευτον ᾖ, μήτε τὸ εὐφραῖνον ἀπαιδαγώγητον· καὶ ἵνα τὸ τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς αὐτὸν μόνον βλέπωμεν. Αἰσχρὸν εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις 95.1529 πράγμασιν· ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Τάφος διαδέξεται τὸ τῆς δόξης τέλος. Ὥσπερ ἀπειροκάλων τὸ λίαν ἐπαίρεσθαι ταῖς εὐσπλαγχνίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς πταίσμασιν. Ὀξεῖα γὰρ ἐν ἀμφοτέροις ἡ μεταβολή. Καθάπερ ἴδιόν ἐστι τοῦ φωτὸς τὸ φωτίζειν, οὕτως ἴδιον Θεοῦ τὸ ἐλεεῖν καὶ οἰκτείρειν τὰ οἰκεῖα ποιήματα. Ἐλεήμων γὰρ καὶ οἰκτίρμων ὁ Κύριος, κατὰ τὴν φωνὴν ∆αβίδ. Μήτε οὖν ἀπογνῷς, μήτε καταφρονήσῃς. Πάντων σου τῶν πραγμάτων κατευοδουμένων, ἐκδέχου μεταβολήν. Καὶ πάλιν ὑπὸ ἀπροσδοκήτων συμφορῶν κυκλούμενος, φαντάζου τὰ χρηστὰ, καὶ τὰ κρείττονα. Οὐ χρὴ δυσφορεῖν ἐπὶ τοῖς συμβαίνουσιν, ἀλλὰ μᾶλλον ἐπιθυμεῖν ἐπὶ ταῖς πολλαῖς θλίψεσι. ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἔθλιψά σε καὶ ἐλιμαγχόνησά σε, ἵνα ψωμισθῇς τὸ μάννα τῆς γνώσεως, καὶ ἐπ' ἐσχάτων εὖ σε ποιήσω. Ὁ τῶν ἀνθρώπων βίος ὁμοιούμενος πελάγει, κυματώσεις καὶ στροφὰς παντοίας προσδέχεται, κατά τε εὐπραγίας καὶ κακοπραγίας. Ἵδρυται γὰρ οὐδὲν τῶν γηγενῶν, ἀλλὰ ὧδε κἀκεῖσε διαφέρεται, οἷα σκάφος θαλαττεῦον ὑπ' ἐναντίων πραγμάτων.