15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τοσοῦτον ὑμῖν ἔστω προεγνωσμένον, ὅτι τὸ «ὅτι» ἐνταῦθα εἰς κατασκευὴν ἑαυτοῦ προῆκται τῷ πατρὶ καὶ οὐκ ἔστιν ὑποφορά· τοῦτο δὲ πολλοὺς οἶμαι λανθάνειν τῶν μὴ τὰς ἐννοίας ἀκριβωσάντων. λέλυται δὲ αὐτῷ τὸ ἄπορον διὰ τῆς μεσότητος. οὐ γὰρ ἄμεσα ἀγεννησία τε καὶ γέννησις, ἵν' ἐν θατέρῳ τῶν ὀνομάτων τὸ πνεῦμα νομίζοιτο, ἀλλ' ἔστι μέσον αὐτῶν ἡ ἐκπόρευσις. οὔτε γοῦν ἀγέννητον οὔτε γεννητόν, καὶ διὰ τοῦτο οὔτε πατὴρ οὔθ' υἱός, ἐκπορευτὸν δέ, καὶ διὰ τοῦτο πρόσωπον ἕτερον παρὰ τὰ δύο, πνεῦμα, καὶ ἐκπορευτὸν παρ' αὐτῆς τῆς πρώτης σοφίας ἐκπορευθέν, καὶ οὐ κενὴ προσηγορία, ἀλλ' ἐνύπαρκτος, καὶ πνεῦμα θεῖον, μᾶλλον δὲ θεὸς τέλειος, ἀπὸ τοῦ πατρὸς ἔχον τὴν πρόοδον καὶ πρὸς ἐκεῖνον ἀναφερόμενον. ἡ γὰρ ἰδιότης ἀκίνητος, ἐπεὶ καὶ τοὔνομα αὐτὸ τοῦτο ἐμφαίνει. εἰ δὲ ἡ ἀγεννησία καὶ ἡ γέννησις καὶ ἡ ἐκπόρευσις μεταπίπτουσιν ἀφ' ὧν λέγεται πρὸς ἕτερα, οὐδὲ ἰδιότητές εἰσι. Τοιαύτη μὲν ὡς ἐν τύπῳ περιλαβεῖν ἡ τῶν τοῦ μεγάλου πατρὸς ῥημάτων ἐξήγησις, ἐλάττων μὲν τῆς ἐκείνων μεγαλοφωνίας, οὐ παρὰ πολὺ δὲ δευτέρα τῆς Ὀλυμπιακῆς σάλπιγγος.
69 Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «καινοτομοῦνται φύσεις»
Ὑμεῖς τὸ «καινοτομοῦνται φύσεις» ἀκούσαντες, τίς ἡ καινοτομία τῶν φύσεων ἠρωτήκατε, ὅτι μάλιστα οἰόμενοι μείζονος τοῦτο θεωρίας δεόμε νον. ἐγὼ δὲ τὸ ἐπαγόμενον συνάψαι τῷ προηγουμένῳ ζητῶν, ἀπορῶ ᾧτινι μέσῳ τὴν συναφὴν ποιήσομαι. «καινοτομοῦνται» γάρ φησι «φύσεις καὶ θεὸς ἄνθρωπος γίνεται». εἰ μὲν γὰρ κατὰ κόμμα ἀναπαύειν τὴν ἔν νοιαν δεῖ, ἄλλος οὗτος ὁ λόγος καὶ ῥητορείας ἐχόμενος· εἰ δ' ὡς ἐχόμενον τὸ «καὶ θεὸς ἄνθρωπος γίνεται» συνῆπται τῷ «καινοτομοῦνται φύσεις», δυσχερὴς ἂν φανείη ἡ τῶν κομμάτων ἐπίζευξις. ἀλλ' οὐδὲ τοῦτο πόρρω τεχνικῆς ἐπισκέψεως, ὡς προϊὼν ὁ λόγος δηλώσει· προσαπορήσει γάρ τις ὡς, ἐπειδήπερ ἔδει τὸν θεὸν ἄνθρωπον γεγονέναι, διὰ τοῦτο αἱ φύσεις ἐκαινοτομήθησαν, ἢ ἐπειδὴ αὗται τὴν καινοτομίαν πεπόνθασι, διὰ τοῦτο ἄνθρωπος γέγονεν ὁ θεός. ἀμφοτέρωθεν γὰρ ὁ λόγος ἠπόρηται, καὶ αἱ λύσεις δὲ τοῦτο αὐτὸ ἐπιδείξουσιν, ἀμφοτέραις ταῖς διαιρέσεσι τῶν ἀποριῶν καταλλήλως προενεχθεῖσαι. ἀλλὰ πρότερον ζητητέον τίς ἐστιν ἡ λεγομένη φύσις καὶ πῶς τοῖς πρώτοις καὶ μακαρίοις φιλοσόφοις δι ώρισται. Τὸ μὲν οὖν τὰς Ἀριστοτέλους καταριθμεῖν δόξας περὶ τῆς φύσεως καὶ ἀκριβῶς ταύταις ἐπεξιέναι, ὡς πολλῆς δεόμενον πραγματείας, ἀναβάλλο μαι νῦν. ἵνα δὲ μηδ' ὡς ἐκεῖνος περὶ ταύτης ὑπέλαβεν ἀνήκοοι παντάπασιν ὦμεν, «φύσις ἐστὶ» μετά γε τὰς πολλὰς ταύτης ὁμωνυμίας «ἀρχὴ κινή σεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός». τοῦτο γάρ ἐστιν ἑκάστῳ τῶν φυσικῶν πραγμάτων, τὸ ἐν ἑαυτῷ ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως ὡς καὶ τὸ τέλος τῆς ἠρεμίας. αὐξάνει γὰρ τὰ φυτά, ἵν' ἀπὸ τούτων ἄρξωμαι, ἐν ἑαυτοῖς ἔχοντα τὴν ἀρχὴν τῆς κινήσεως, καὶ λήγουσι τῆς αὐξήσεως φυσικῷ τέλει παυόμενα· οὕτω καὶ ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ σφὶγξ καὶ μύρμηξ καὶ μέλισσα καὶ πᾶν ἁπλῶς ζῷον ἢ συρόμενον ἢ νηχόμενον ἢ πετόμενον. ταύτῃ τοι καὶ τὰ πολυθρύλλητα καὶ πρῶτα σώματα, τὰ τέσσαρα στοιχεῖά φημι, κινεῖται καὶ ἠρεμεῖ· ὅ τε γὰρ αἰθὴρ καὶ ἀὴρ ἀφ' ἑαυτῶν τὴν ἄνω φορὰν κινεῖται καὶ καθ' ἑαυτὰ τοὺς οἰκείους καταλαβόντα τόπους ἵσταται, ἥ τε γῆ καὶ τὸ ὕδωρ ἐν ἑαυτοῖς τὴν ἀφορμὴν τῆς καταρρόπου κεκτημένα κινήσεως κεντροβαρῆ τέ εἰσι καὶ τὸ μεσαίτατον τοῦ παντὸς κατειληφότα ἐν ἑαυτοῖς ἀτρεμίζουσι. Τοιαύτη μὲν ἡ παρὰ τῷ Ἀριστοτέλει φύσις καὶ ἡ ὁλοσχερὴς ταύτης ἐξήγησις,