153
λβʹ. "Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου." Τῆς Αἰγύπτου δὲ προτέρας ἐμνημόνευσεν, ὡς τῆς ἀσε βείας ἀναδησαμένης πάλαι τὸ κράτος. Μέμνηται δὲ αὐτῶν καὶ ἡ τῶν Πράξεων ἱστορία, διηγουμένη τοὺς συνειλεγμένους κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν, ἐν ᾗ τοῦ παναγίου Πνεύματος τοῖς ἀπο στόλοις ἐπεφοίτησεν ἡ χάρις. "Αἰθιοπία προ φθάσει χεῖρα αὐτῆς τῷ Θεῷ." Τέλους καὶ τοῦτο τετύχηκε. Καὶ μάρτυς ὁ εὐνοῦχος Κανδάκης τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὃν ὁ Φίλιππος πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν. Εἶτα πάσης τῆς οἰκουμένης τὰς βασιλείας καλεῖ. λγʹ. "Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ· ψάλατε τῷ Κυρίῳ." Ἅπαντες, φησὶν, οἱ κατὰ τὴν οἰκουμένην, δέξασθε τῆς θεογνωσίας τὸ φῶς· καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας προσενέγκατε ὑμν ωδίαν. λδʹ. "Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐ ρανοῦ κατὰ ἀνατολάς." Ὁ γὰρ ∆εσπότης Χρι στὸς οὐ μόνον εἰς τὸν ὁρώμενον οὐρανὸν ἀνελή λυθεν, ἀλλὰ καὶ εἰς τὸν ὑπέρτερον, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης, ἐν ὑψηλῷ ὑπερῴῳ τῆς οἰκείας ἀνατολῆς, τὰς ἀκτῖνας πᾶσι καταπέμπων ἀνθρώποις." Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως." Σημαίνει δὲ διὰ τούτων, τὴν μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν γενομένην τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν. ∆ύναμιν γὰρ ταύτην καὶ ὁ Κύριος προσηγόρευσε. "Μείνατε γὰρ, φησὶν, ἐν τῇ πόλει ταύτῃ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους." Ταύτης δὲ τῆς φωνῆς καὶ ὁ μακάριος μέμνηται Λουκᾶς λέγων· "Ἐγένετο δὲ φωνὴ ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι." λεʹ. "∆ότε δόξαν τῷ Θεῷ." Ἔοικε τοῦτο τῇ τοῦ Ἀποστόλου νομοθεσίᾳ. "∆οξάσατε γὰρ, φησὶ, τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν αὐτοῦ." Τοὺς γὰρ τοσούτων ἀπολαύοντας δίκαιον διὰ πάντων τὸν εὐεργέτην δοξάζειν. "Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ· καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις." Ἐξ Ἰσραὴλ γὰρ τὸ γένος κατάγοντες οἱ ἱεροὶ ἀπόστολοι, τὴν τοῦ Θεοῦ μεγαλουργίαν δι' ὧν εἰργάζοντο θαυ μάτων ὑπέδειξαν· καὶ οἱ μετ' ἐκείνους δὲ τὸ δι 80.1400 δασκαλικὸν δεξάμενοι χάρισμα, καθάπερ τινὲς νεφέ λαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος θαλάττης τὸν ὑετὸν ἀνιμώμεναι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προσ φέρουσι. λʹ. "Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὑ τοῦ." Καὶ ἄλλοι δὲ, φησὶν, ἅπαντες τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν ὑμνεῖσθαι παρασκευάζουσι, κατὰ τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν· "Λαμ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν οὐρανοῖς." -"Ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὑτοῦ." Οὐχ ἁπλῶς δὲ ἐνταῦθα τοῦ Ἰσραὴλ ἐμνημόνευσεν· ἀλλ' ἐπειδὴ δείσας ὁ Ἰακὼβ τὸν Ἠσαῦ, εἶτα τῆς θείας ἐπιφανείας ἀξιωθεὶς, ἀνεῤ ῥώσθη, καὶ τὸ δέος τῆς διανοίας ἐξέβαλε. ∆ιδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι ὁ ἐκεῖνον ἰσχυρὸν ἀποφήνας, καὶ κρείττονα δείξας τῶν δυσμενῶν, αὐτὸς τὸν νέον αὑτοῦ κραταιώσει λαὸν, καὶ ἄμαχον ἐργάσεται καὶ ἀήττητον. "Εὐλογητὸς ὁ Θεός." [Ἀλλ' ἀκούων, φιλομαθέστατε, Θεὸν καὶ Θεὸν πολλάκις εἰρημένον καὶ Κύριον καὶ Σωτῆρα, μὴ ἄλλον ὑπολάβῃς. Οὐδὲ γάρ ἐστιν, οὐκ ἔστιν εἰ μὴ μόνος Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· ἀλλ' οὐ τριθεΐᾳ, ἄπαγε· ὡς πολλάκις ἡμῖν εἴρηται. Τὸ γὰρ Θεὸς ὄνομα καὶ τὸ Κύριος καὶ τὸ Βασιλεὺς καὶ τὸ ∆ημιουργὸς καὶ τὸ Παντοκράτωρ, καὶ ὅσα τοιαῦτα, ἐπὶ τῆς ἀδιαιρέτου λαμβάνεται Τριάδος.] Ἁρμόδιον τῷ ψαλμῷ τὸ τέ λος. Ἔδει γὰρ τῶν τοσούτων ἀγαθῶν τὴν διήγησιν ὕμνῳ θείῳ συμπερανθῆναι.
ΕΡΜΗΝ. ΤΟΥ ΞΗʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· ψαλμὸς τῷ ∆αβίδ."
Ἀλλοίωσίν τινων πραγμάτων ὁ ψαλμὸς προσημαίνει. Εἴρηται μὲν γὰρ εἰς τοὺς εἰς Βαβυλῶνα μετανάστας Ἰουδαίους· καὶ ὡς ἐξ ἐκείνων προσευχομένων, καὶ τὴν ἀπαλλα γὴν αἰτούντων, ἐσχημάτισται. Προθεσπίζει δὲ ὅμως καὶ τὴν τῆς δουλείας