153
φωνὴ Παύλου ἐστίν· ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; φωνὴ Βασιλείου τοῦ Μεγάλου ἐστίν· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· καὶ αὖθις· ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. φωνὴ Ἀθανασίου τοῦ πολυάθλου ἐστίν· οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοὶ (μὴ γένοιτο) ὥσπερ οἱ Ἕλληνες, ἀλλὰ τὴν σχέσιν μόνον καὶ τὸν πόθον τῆς ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμφανίζοντες. φωνὴ τοῦ Χρυσοστόμου ἐστίν· ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφήν, εὐσεβείας ἕνεκεν πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη, εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν ∆αυὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. ὅπερ εἰς Χριστὸν νῦν οἱ εἰκονομαχοῦντες εἴς τε τὴν Θεοτόκον καὶ τοὺς ἁγίους ἐργάζονται (ὢ τοῦ φοβεροῦ ἀκούσματος) τὰς ἁγίας αὐτῶν εἰκόνας ἐξουδενοῦντες. Καὶ ἵνα τὰς τῶν ἄλλων φωνὰς παραδράμω (πολλαὶ γάρ εἰσιν), μίαν προσθεὶς ἐπ' ἄλλο τρέψοιμι τὸν λόγον. φωνὴ τῶν τῆς ἕκτης συνόδου ἁγίων πατέρων ἐστίν· ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται· ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν. τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸ ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως. Ταύτας οὖν ἔχοντες, ἀγαπητοί, τὰς μαρτυρίας μετὰ τῆς οἴκοθεν καὶ παρ' αὐτῆς τῆς ἀληθείας ἀναμφιλέκτου ἀποδείξεως, καθὼς προαποδέδεικται, παρακαλῶ, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε, μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων μηδ' αὖ ὑπὸ τῶν ὑποσκελισθέντων καὶ φρεναπατηθέντων ψευδαδέλφων (ἥτις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ἡμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ, καθὰ γέγραπται, ὅτι ἡμῖν ἐχαρίσθη ἀπὸ θεοῦ τὸ ὑπὲρ τοῦ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ νῦν ἀκούετε, συμφρονοῦντες, συμψυχοῦντες, συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, ἵνα ἀκούων τὰ περὶ ὑμῶν χαίρω ὁ ἁμαρτωλός. βλέπετε τὸν σατανᾶν, βλέπετε τὴν παρρησίαν, ὁρᾶτε μή τις ἔν τινι παραπικράνοι τὸν θεόν. ὁ γὰρ δράκων ὁ μέγας πολύτεχνός ἐστι καὶ πολύπειρος· ἔνθεν διὰ πίστεως οὐχ εὑρίσκει ὀλέσαι, ἐκεῖθεν τρέχει διὰ παραπτώματος τὸ αὐτὸ κακὸν ἀπεργάσασθαι διὰ τοῦ ἀντιστρατευομένου νόμου τῆς ἁμαρτίας τῷ νόμῳ τοῦ νοὸς ἡμῶν. βρυχᾷ, ἐπιτηρεῖ ὡς λέων ἁρπάσαι, γαργαλίζει, πῦρ ἀνάπτει, ἐμπιπρᾶν ὀρέγεται τὸν οἶκον τῆς ψυχῆς. ἔχομεν ἐκ θεοῦ τὰ καθαιρετικὰ αὐτοῦ ἀμυντήρια, ὕδωρ κεφαλῆς, πηγὴν δακρύων, δεήσεις, προσευχάς. ἐπὶ πᾶσιν ὁ θεῖος φόβος σιδηρῶν καὶ καθηλῶν τὰς σάρκας ἡμῶν ἔστω· μηδαμοῦ φθόνος αὐλιζέσθω μηδ' αὖ ἔρις μὴ μὴν κενοδοξία μήτε τι τῶν ἔργων τοῦ σκότους. ἕως ὅτε ἀκροβολεῖ τὰ πάθη ἐκκρουέσθω, ἵνα μὴ εἰσοικισθέντα καὶ φαρμάξαντα τὴν ψυχὴν δυσαπάλλακτα γένηται. ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. οὕτως τρέχετε, ἵνα καταλάβητε. ὑπείκητε οἱ ἔσχατοι τοῖς πρώτοις· οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεός, ἀλλ' εἰρήνης. ἀγαπᾶτε θεϊκῶς οἱ